ΝΕΚΡΙΚΟΙ
ΔΙΑΛΟΓΟΙ
1(1) ΔΙΟΓΕΝΟΥΣ
ΚΑΙ
ΠΟΛΥΔΕΥΚΟΥΣ
ΔΙΟΓΕΝΗΣ
[1] Ὦ
Πολύδευκες,
ἐντέλλομαί
σοι, ἐπειδὰν
τάχιστα ἀνέλθῃς
- σὸν γάρ ἐστιν,
οἶμαι,
ἀναβιῶναι
αὔριον - ἤν που
ἴδῃς Μένιππον
τὸν κύνα,
- εὕροις δ' ἂν αὐτὸν
ἐν Κορίνθῳ
κατὰ τὸ
Κράνειον ἢ ἐν
Λυκείῳ τῶν
ἐριζόντων
πρὸς ἀλλήλους φιλοσόφων
καταγελῶντα -
εἰπεῖν πρὸς
αὐτόν, ὅτι σοί,
ὦ Μένιππε,
κελεύει ὁ Διογένης,
εἴ σοι ἱκανῶς
τὰ ὑπὲρ γῆς
καταγεγέλασται,
ἥκειν ἐνθάδε
πολλῷ πλείω
ἐπιγελασόμενον·
ἐκεῖ μὲν γὰρ
ἐν ἀμφιβόλῳ
σοὶ ἔτι ὁ γέλως
ἦν καὶ πολὺ τὸ "τίς
γὰρ ὅλως οἶδε
τὰ μετὰ τὸν
βίον;"
ἐνταῦθα δὲ οὐ
παύσῃ βεβαίως
γελῶν καθάπερ
ἐγὼ νῦν, καὶ
μάλιστα
ἐπειδὰν ὁρᾷς
τοὺς
πλουσίους καὶ
σατράπας καὶ
τυράννους
οὕτω ταπεινοὺς
καὶ ἀσήμους, ἐκ
μόνης οἰμωγῆς
διαγινωσκομένους,
καὶ ὅτι
μαλθακοὶ καὶ
ἀγεννεῖς εἰσι
μεμνημένοι
τῶν ἄνω. ταῦτα
λέγε αὐτῷ, καὶ
προσέτι
ἐμπλησάμενον
τὴν πήραν
ἥκειν θέρμων
τε πολλῶν καὶ
εἴ που εὕροι ἐν
τῇ τριόδῳ
Ἑκάτης
δεῖπνον κείμενον
ἢ ᾠὸν ἐκ
καθαρσίου ἤ τι
τοιοῦτον.
<ΠΟΛΥΔΕΥΚΗΣ
[2]
᾿Αλλ' ἀπαγγελῶ
ταῦτα, ὦ
Διόγενες. ὅπως
δὲ εἰδῶ μάλιστα
ὁποῖός τίς ἐστι
τὴν ὄψιν -
ΔΙΟΓΕΝΗΣ
Γέρων,
φαλακρός,
τριβώνιον
ἔχων
πολύθυρον,
ἅπαντι ἀνέμῳ
ἀναπεπταμένον
καὶ ταῖς
ἐπιπτυχαῖς
τῶν ῥακίων
ποικίλον, γελᾷ
δ' ἀεὶ καὶ τὰ
πολλὰ τοὺς
ἀλαζόνας τούτους
φιλοσόφους
ἐπισκώπτει.
ΠΟΛΥΔΕΥΚΗΣ
Ῥᾴδιον
εὑρεῖν ἀπό γε
τούτων.
ΔΙΟΓΕΝΗΣ
Βούλει
καὶ πρὸς
αὐτοὺς
ἐκείνους
ἐντείλωμαί τι
τοὺς
φιλοσόφους;
ΠΟΛΥΔΕΥΚΗΣ
Λέγε·
οὐ βαρὺ γὰρ
οὐδὲ τοῦτο.
ΔΙΟΓΕΝΗΣ
Τὸ
μὲν ὅλον
παύσασθαι
αὐτοῖς
παρεγγύα
ληροῦσι καὶ
περὶ τῶν ὅλων
ἐρίζουσιν καὶ
κέρατα
φύουσιν ἀλλήλοις
καὶ
κροκοδείλους
ποιοῦσι καὶ τὰ
τοιαῦτα ἄπορα
ἐρωτᾶν
διδάσκουσι
τὸν νοῦν.
ΠΟΛΥΔΕΥΚΗΣ
Ἀλλὰ
ἐμὲ ἀμαθῆ καὶ
ἀπαίδευτον
εἶναι
φάσκουσι κατηγοροῦντα
τῆς σοφίας αὐτῶν.
ΔΙΟΓΕΝΗΣ
Σὺ δὲ
οἰμώζειν
αὐτοὺς παρ'
ἐμοῦ λέγε.
ΠΟΛΥΔΕΥΚΗΣ
Καὶ
ταῦτα, ὦ
Διόγενες,
ἀπαγγελῶ.
ΔΙΟΓΕΝΗΣ
[3]
Τοῖς
πλουσίοις δ', ὦ
φίλτατον Πολυδεύκιον,
ἀπάγγελλε
ταῦτα παρ'
ἡμῶν· τί, ὦ μάταιοι,
τὸν χρυσὸν
φυλάττετε; τί
δὲ τιμωρεῖσθε
ἑαυτοὺς
λογιζόμενοι τοὺς
τόκους καὶ
τάλαντα ἐπὶ
ταλάντοις
συντιθέντες,
οὓς χρὴ ἕνα
ὀβολὸν
ἔχοντας ἥκειν
μετ' ὀλίγον;
ΠΟΛΥΔΕΥΚΗΣ
Εἰρήσεται
καὶ ταῦτα πρὸς
ἐκείνους.
ΔΙΟΓΕΝΗΣ
Ἀλλὰ
καὶ τοῖς
καλοῖς τε καὶ
ἰσχυροῖς λέγε,
Μεγίλλῳ τε τῷ
Κορινθίῳ καὶ Δαμοξένῳ
τῷ παλαιστῇ,
ὅτι παρ' ἡμῖν
οὔτε ἡ ξανθὴ
κόμη οὔτε τὰ
χαροπὰ ἢ
μέλανα ὄμματα
ἢ ἐρύθημα ἐπὶ
τοῦ προσώπου
ἔτι ἔστιν ἢ
νεῦρα εὔτονα ἢ
ὦμοι καρτεροί,
ἀλλὰ πάντα μία
ἡμῖν κόνις,
φασί, κρανία
γυμνὰ τοῦ
κάλλους.
ΠΟΛΥΔΕΥΚΗΣ
Οὐ
χαλεπὸν οὐδὲ
ταῦτα εἰπεῖν
πρὸς τοὺς
καλοὺς καὶ
ἰσχυρούς.
ΔΙΟΓΕΝΗΣ
[4] Καὶ
τοῖς πένησιν, ὦ
Λάκων, - πολλοὶ
δ' εἰσὶ καὶ ἀχθόμενοι
τῷ πράγματι
καὶ
οἰκτείροντες
τὴν ἀπορίαν -
λέγε μήτε δακρύειν
μήτε οἰμώζειν διηγησάμενος
τὴν ἐνταῦθα
ἰσοτιμίαν, καὶ
ὅτι ὄψονται τοὺς
ἐκεῖ
πλουσίους
οὐδὲν
ἀμείνους
αὑτῶν· καὶ Λακεδαιμονίοις
δὲ τοῖς σοῖς
ταῦτα, εἰ δοκεῖ,
παρ' ἐμοῦ
ἐπιτίμησον
λέγων
ἐκλελύσθαι
αὐτούς.
ΠΟΛΥΔΕΥΚΗΣ
Μηδέν,
ὦ Διόγενες,
περὶ Λακεδαιμονίων
λέγε· οὐ γὰρ
ἀνέξομαί γε. ἃ
δὲ πρὸς τοὺς
ἄλλους ἔφησθα,
ἀπαγγελῶ.
ΔΙΟΓΕΝΗΣ
Ἐάσωμεν
τούτους, ἐπεί
σοι δοκεῖ· σὺ
δὲ οἷς
προεῖπον
ἀπένεγκον παρ'
ἐμοῦ τοὺς λόγους.
2(22) ΧΑΡΩΝΟΣ
ΚΑΙ ΜΕΝΙΠΠΟΥ
[1] ΧΑΡΩΝ
Ἀπόδος͵
ὦ κατάρατε͵ τὰ
πορθμεῖα.
Βόα͵
εἰ τοῦτό σοι͵ ὦ
Χάρων͵ ἥδιον.
Ἀπόδος͵
φημί͵ ἀνθ΄ ὧν
σε
διεπορθμεύσαμεν.
Οὐκ
ἂν λάβοις παρὰ
τοῦ μὴ ἔχοντος.
Ἔστι
δέ τις ὀβολὸν
μὴ ἔχων;
Εἰ
μὲν καὶ ἄλλος
τις οὐκ οἶδα͵
ἐγὼ δ΄ οὐκ ἔχω.
ΧΑΡΩΝ
Καὶ
μὴν ἄγξω σε νὴ
τὸν Πλούτωνα͵
ὦ μιαρέ͵ ἢν μὴ
ἀποδῷς.
ΜΕΝΙΠΠΟΣ
Κἀγὼ
τῷ ξύλῳ σου
πατάξας
διαλύσω τὸ
κρανίον.
ΧΑΡΩΝ
Μάτην
οὖν ἔσῃ
πεπλευκὼς
τοσοῦτον
πλοῦν.
ΜΕΝΙΠΠΟΣ
Ὁ
Ἑρμῆς ὑπὲρ
ἐμοῦ σοι
ἀποδότω͵ ὅς με
παρέδωκέ σοι.
ΕΡΜΗΣ
[2] Νὴ
Δί΄ ὀναίμην
γε͵ εἰ μέλλω
καὶ
ὑπερεκτίνειν
τῶν νεκρῶν.
ΧΑΡΩΝ
Οὐκ
ἀποστήσομαί
σου.
ΜΕΝΙΠΠΟΣ
Τούτου
γε ἕνεκα
νεωλκήσας τὸ
πορθμεῖον
παράμενε·
πλὴν ἀλλ΄ ὅ γε
μὴ ἔχω͵ πῶς ἂν
λάβοις;
ΧΑΡΩΝ
Σὺ δ΄
οὐκ ᾔδεις
κομίζειν
δέον;
ΜΕΝΙΠΠΟΣ
῎Ηιδειν
μέν͵ οὐκ εἶχον
δέ. τί οὖν;
ἐχρῆν διὰ τοῦτο
μὴ ἀποθανεῖν;
ΧΑΡΩΝ
Μόνος
οὖν αὐχήσεις
προῖκα
πεπλευκέναι;
ΜΕΝΙΠΠΟΣ
Οὐ
προῖκα͵ ὦ
βέλτιστε· καὶ
γὰρ ἤντλησα
καὶ τῆς κώπης
συνεπελαβόμην
καὶ οὐκ ἔκλαον
μόνος τῶν ἄλλων
ἐπιβατῶν.
ΧΑΡΩΝ
Οὐδὲν
ταῦτα πρὸς
πορθμέα· τὸν
ὀβολὸν
ἀποδοῦναί σε
δεῖ· οὐ θέμις
ἄλλως
γενέσθαι.
ΜΕΝΙΠΠΟΣ
[3]
Οὐκοῦν ἄπαγέ
με αὖθις ἐς τὸν
βίον.
ΧΑΡΩΝ
Χάριεν
λέγεις͵ ἵνα
καὶ πληγὰς ἐπὶ
τούτῳ παρὰ τοῦ
Αἰακοῦ
προσλάβω.
ΜΕΝΙΠΠΟΣ
Μὴ
ἐνόχλει οὖν.
ΧΑΡΩΝ
Δεῖξον
τί ἐν τῇ πήρᾳ
ἔχεις.
ΜΕΝΙΠΠΟΣ
Θέρμους͵
εἰ θέλεις͵ καὶ
τῆς Ἑκάτης τὸ
δεῖπνον.
ΧΑΡΩΝ
Πόθεν
τοῦτον ἡμῖν͵ ὦ
Ἑρμῆ͵ τὸν κύνα
ἤγαγες; οἷα δὲ
καὶ ἐλάλει
παρὰ τὸν πλοῦν
τῶν ἐπιβατῶν
ἁπάντων
καταγελῶν καὶ
ἐπισκώπτων
καὶ μόνος ᾄδων
οἰμωζόντων
ἐκείνων.
ΕΡΜΗΣ
Ἀγνοεῖς,
ὦ Χάρων͵
ὅντινα ἄνδρα
διεπόρθμευσας;
ἐλεύθερον
ἀκριβῶς·
οὐδένος αὐτῷ
μέλει. οὗτός ἐστιν
ὁ Μένιππος.
ΧΑΡΩΝ
Καὶ
μὴν ἄν σε λάβω
ποτέ
ΜΕΝΙΠΠΟΣ
Ἂν
λάβῃς, ὦ
βέλτιστε· δὶς
δὲ οὐκ ἂν
λάβοις.
3(2) ΝΕΚΡΩΝ
ΠΛΟΥΤΩΝΙ ΚΑΤΑ
ΜΕΝΙΠΠΟΥ
[1] ΚΡΟΙΣΟΣ
Οὐ
φέρομεν͵ ὦ
Πλούτων͵
Μένιππον
τουτονὶ τὸν κύνα
παροικοῦντα·
ὥστε ἢ ἐκεῖνόν
ποι
κατάστησον ἢ
ἡμεῖς
μετοικήσομεν
εἰς ἕτερον
τόπον.
ΠΛΟΥΤΩΝ
Τί δ΄
ὑμᾶς δεινὸν
ἐργάζεται
ὁμόνεκρος ὤν;
ΚΡΟΙΣΟΣ
Ἐπειδὰν
ἡμεῖς
οἰμώζωμεν καὶ
στένωμεν
ἐκείνων μεμνημένοι
τῶν ἄνω͵ Μίδας
μὲν οὑτοσὶ τοῦ
χρυσίου͵
Σαρδανάπαλλος
δὲ τῆς πολλῆς
τρυφῆς͵ ἐγὼ δὲ Κροῖσος
τῶν θησαυρῶν͵
ἐπιγελᾷ καὶ
ἐξονειδίζει ἀνδράποδα
καὶ καθάρματα
ἡμᾶς
ἀποκαλῶν͵
ἐνίοτε δὲ καὶ
ᾄδων ἐπιταράττει
ἡμῶν τὰς
οἰμωγάς͵ καὶ
ὅλως λυπηρός
ἐστιν.
ΠΛΟΥΤΩΝ
Τί
ταῦτά φασιν͵ ὦ
Μένιππε;
ΜΕΝΙΠΠΟΣ
Ἀληθῆ͵
ὦ Πλούτων·
μισῶ γὰρ
αὐτοὺς
ἀγεννεῖς καὶ ὀλεθρίους
ὄντας͵ οἷς οὐκ
ἀπέχρησεν
βιῶναι κακῶς͵
ἀλλὰ καὶ ἀποθανόντες
ἔτι μέμνηνται
καὶ
περιέχονται
τῶν ἄνω· χαίρω
τοιγαροῦν
ἀνιῶν αὐτούς.
ΠΛΟΥΤΩΝ
Ἀλλ΄
οὐ χρή·
λυποῦνται γὰρ
οὐ μικρῶν
στερόμενοι.
ΜΕΝΙΠΠΟΣ
Καὶ
σὺ μωραίνεις͵
ὦ Πλούτων͵
ὁμόψηφος ὢν
τοῖς τούτων
στεναγμοῖς; ΠΛΟΥΤΩΝ
Οὐδαμῶς͵
ἀλλ΄ οὐκ ἂν
ἐθέλοιμι στασιάζειν
ὑμᾶς.
ΜΕΝΙΠΠΟΣ
[2] Καὶ
μήν͵ ὦ
κάκιστοι
Λυδῶν καὶ
Φρυγῶν καὶ
Ἀσσυρίων͵
οὕτω
γινώσκετε ὡς
οὐδὲ
παυσομένου
μου· ἔνθα γὰρ
ἂν ἴητε͵
ἀκολουθήσω
ἀνιῶν καὶ
κατᾴδων καὶ
καταγελῶν.
ΚΡΟΙΣΟΣ
Ταῦτα
οὐχ ὕβρις;
ΜΕΝΙΠΠΟΣ
Οὔκ͵
ἀλλ΄ ἐκεῖνα
ὕβρις ἦν͵ ἃ
ὑμεῖς ἐποιεῖτε͵
προσκυνεῖσθαι
ἀξιοῦντες καὶ
ἐλευθέροις
ἀνδράσιν
ἐντρυφῶντες
καὶ τοῦ
θανάτου
παράπαν οὐ
μνημονεύοντες·
τοιγαροῦν
οἰμώξεσθε
πάντων
ἐκείνων
ἀφῃρημένοι.
ΚΡΟΙΣΟΣ
Πολλῶν
γε͵ ὦ θεοί͵ καὶ
μεγάλων
κτημάτων.
ΜΙΔΑΣ
Ὅσου
μὲν ἐγὼ χρυσοῦ.
ΣΑΡΔΑΝΑΠΑΛΛΟΣ
Ὅσης
δὲ ἐγὼ τρυφῆς.
ΜΕΝΙΠΠΟΣ
Εὖ
γε͵ οὕτω
ποιεῖτε·
ὀδύρεσθε μὲν
ὑμεῖς͵ ἐγὼ δὲ τὸ
γνῶθι σαυτὸν
πολλάκις
συνείρων
ἐπᾴσομαι ὑμῖν·
πρέποι γὰρ ἂν
ταῖς
τοιαύταις
οἰμωγαῖς ἐπᾳδόμενον.
4(21)
ΜΕΝΙΠΠΟΥ ΚΑΙ
ΚΕΡΒΕΡΟΥ
[1] ΜΕΝΙΠΠΟΣ
Ὦ
Κέρβερεσυγγενὴς
γάρ εἰμί σοι κύων
καὶ αὐτὸς
ὤνεἰπέ μοι
πρὸς τῆς
Στυγός͵ οἷος ἦν
ὁ Σωκράτης͵
ὁπότε κατῄει
παρ΄ ὑμᾶς·
εἰκὸς δέ σε
θεὸν ὄντα μὴ
ὑλακτεῖν
μόνον͵ ἀλλὰ
καὶ ἀνθρωπίνως
φθέγγεσθαι͵
ὁπότ΄ ἐθέλοις.
ΚΕΡΒΕΡΟΣ
Πόρρωθεν
μέν͵ ὦ
Μένιππε͵
παντάπασιν
ἐδόκει ἀτρέπτῳ
τῷ προσώπῳ
προσιέναι καὶ
οὐ πάνυ
δεδιέναι τὸν
θάνατον δοκῶν
καὶ τοῦτο
ἐμφῆναι τοῖς
ἔξω τοῦ
στομίου
ἑστῶσιν
ἐθέλων͵ ἐπεὶ
δὲ κατέκυψεν
εἴσω τοῦ
χάσματος καὶ
εἶδε τὸν
ζόφον͵ κἀγὼ
ἔτι
διαμέλλοντα
αὐτὸν δακὼν τῷ
κωνείῳ
κατέσπασα τοῦ
ποδός͵ ὥσπερ
τὰ βρέφη ἐκώκυεν
καὶ τὰ ἑαυτοῦ
παιδία
ὠδύρετο καὶ
παντοῖος
ἐγίνετο.
ΜΕΝΙΠΠΟΣ
[2]
Οὐκοῦν
σοφιστὴς ὁ
ἄνθρωπος ἦν
καὶ οὐκ ἀληθῶς
κατεφρόνει
τοῦ
πράγματος;
ΚΕΡΒΕΡΟΣ
Οὔκ͵
ἀλλ΄ ἐπείπερ
ἀναγκαῖον
αὐτὸ ἑώρα͵
κατεθρασύνετο
ὡς δῆθεν οὐκ
ἄκων
πεισόμενος ὃ
πάντως ἔδει
παθεῖν͵ ὡς
θαυμάσονται
οἱ θεαταί. καὶ
ὅλως περὶ
πάντων γε τῶν
τοιούτων
εἰπεῖν ἂν
ἔχοιμι͵ ἕως
τοῦ στομίου
τολμηροὶ καὶ
ἀνδρεῖοι͵ τὰ
δὲ ἔνδοθεν
ἔλεγχος
ἀκριβής.
ΜΕΝΙΠΠΟΣ
Ἐγὼ
δὲ πῶς σοι
κατεληλυθέναι
ἔδοξα;
ΚΕΡΒΕΡΟΣ
Μόνος͵
ὦ Μένιππε͵
ἀξίως τοῦ
γένους͵ καὶ
Διογένης πρὸ
σοῦ͵ ὅτι μὴ
ἀναγκαζόμενοι
ἐσῄειτε μηδ΄
ὠθούμενοι͵
ἀλλ΄ ἐθελούσιοι͵
γελῶντες͵
οἰμώζειν
παραγγείλαντες
ἅπασιν.
5(18)
ΜΕΝΙΠΠΟΥ ΚΑΙ
ΕΡΜΟΥ
[1] ΜΕΝΙΠΠΟΣ
Ποῦ
δαὶ οἱ καλοί
εἰσιν ἢ αἱ
καλαί͵ Ἑρμῆ;
ξενάγησόν με
νέηλυν ὄντα.
ΕΡΜΗΣ
Οὐ
σχολὴ μέν͵ ὦ
Μένιππε· πλὴν
κατ΄ ἐκεῖνο ἀπόβλεψον͵
ἐπὶ τὰ δεξιά͵
ἔνθα ὁ
Ὑάκινθός τέ ἐστιν
καὶ Νάρκισσος
καὶ Νιρεὺς καὶ
Ἀχιλλεὺς καὶ Τυρὼ
καὶ Ἑλένη καὶ
Λήδα καὶ ὅλως
τὰ ἀρχαῖα
πάντα κάλλη.
ΜΕΝΙΠΠΟΣ
Ὀστᾶ
μόνα ὁρῶ καὶ
κρανία τῶν
σαρκῶν γυμνά͵
ὅμοια τὰ πολλά.
ΕΡΜΗΣ
Καὶ
μὴν ἐκεῖνά
ἐστιν ἃ πάντες
οἱ ποιηταὶ
θαυμάζουσι τὰ
ὀστᾶ͵ ὧν σὺ
ἔοικας καταφρονεῖν.
ΜΕΝΙΠΠΟΣ
Ὅμως
τὴν Ἑλένην μοι
δεῖξον· οὐ γὰρ
ἂν διαγνοίην ἔγωγε.
ΕΡΜΗΣ
Τουτὶ
τὸ κρανίον ἡ
Ἑλένη ἐστίν.
ΜΕΝΙΠΠΟΣ
[2]
Εἶτα διὰ τοῦτο
αἱ χίλιαι νῆες
ἐπληρώθησαν
ἐξ ἁπάσης τῆς
Ἑλλάδος καὶ
τοσοῦτοι ἔπεσον
Ἕλληνές τε καὶ
βάρβαροι καὶ
τοσαῦται
πόλεις
ἀνάστατοι
γεγόνασιν;
ΕΡΜΗΣ
Ἀλλ΄
οὐκ εἶδες͵ ὦ
Μένιππε͵
ζῶσαν τὴν
γυναῖκα· ἔφης
γὰρ ἂν καὶ σὺ
ἀνεμέσητον
εἶναι τοιῇδ΄
ἀμφὶ γυναικὶ
πολὺν χρόνον
ἄλγεα
πάσχειν· ἐπεὶ
καὶ τὰ ἄνθη
ξηρὰ ὄντα εἴ
τις βλέποι
ἀποβεβληκότα
τὴν βαφήν͵
ἄμορφα δῆλον
ὅτι αὐτῷ
δόξει͵ ὅτε
μέντοι ἀνθεῖ
καὶ ἔχει τὴν
χρόαν͵
κάλλιστά ἐστιν.
ΜΕΝΙΠΠΟΣ
Οὐκοῦν
τοῦτο͵ ὦ Ἑρμῆ͵
θαυμάζω͵ εἰ μὴ
συνίεσαν οἱ
Ἀχαιοὶ περὶ
πράγματος
οὕτως
ὀλιγοχρονίου
καὶ ῥᾳδίως
ἀπανθοῦντος
πονοῦντες.
ΕΡΜΗΣ
Οὐ
σχολή μοι͵ ὦ
Μένιππε͵
συμφιλοσοφεῖν
σοι. ὥστε σὺ μὲν
ἐπιλεξάμενος
τόπον͵ ἔνθα ἂν
ἐθέλῃς͵ κεῖσο
καταβαλὼν
σεαυτόν͵ ἐγὼ
δὲ τοὺς ἄλλους
νεκροὺς ἤδη
μετελεύσομαι.
6(20)
ΜΕΝΙΠΠΟΥ ΚΑΙ
ΑΙΑΚΟΥ
[1] ΜΕΝΙΠΠΟΣ
Πρὸς
τοῦ
Πλούτωνος͵ ὦ
Αἰακέ͵
περιήγησαί
μοι τὰ ἐν ᾅδου
πάντα.
ΑΙΑΚΟΣ
Οὐ
ῥᾴδιον͵ ὦ
Μένιππε͵
ἅπαντα· ὅσα
μέντοι κεφαλαιώδη͵
μάνθανε·
οὗτος μὲν ὅτι
Κέρβερός
ἐστιν οἶσθα͵
καὶ τὸν
πορθμέα
τοῦτον͵ ὅς σε
διεπέρασεν͵
καὶ τὴν λίμνην
καὶ τὸν
Πυριφλεγέθοντα
ἤδη ἑώρακας
εἰσιών.
ΜΕΝΙΠΠΟΣ
Οἶδα
ταῦτα καὶ σέ͵
ὅτι πυλωρεῖς͵
καὶ τὸν
βασιλέα εἶδον
καὶ τὰς
Ἐρινῦς· τοὺς
δὲ ἀνθρώπους
μοι τοὺς πάλαι
δεῖξον καὶ
μάλιστα τοὺς
ἐπισήμους
αὐτῶν.
ΑΙΑΚΟΣ
Οὗτος
μὲν
Ἀγαμέμνων͵
οὗτος δὲ
Ἀχιλλεύς͵
οὗτος δὲ
Ἰδομενεὺς
πλησίον͵
οὗτος δὲ
Ὀδυσσεύς͵
εἶτα Αἴας καὶ
Διομήδης καὶ
οἱ ἄριστοι τῶν
Ἑλλήνων.
ΜΕΝΙΠΠΟΣ
[2]
Βαβαί͵ ὦ
Ὅμηρε͵ οἷά σοι
τῶν ῥαψῳδιῶν
τὰ κεφάλαια
χαμαὶ
ἔρριπται
ἄγνωστα καὶ
ἄμορφα͵ κόνις
πάντα καὶ
λῆρος πολύς͵
ἀμενηνὰ ὡς
ἀληθῶς κάρηνα.
οὗτος δέ͵ ὦ
Αἰακέ͵ τίς
ἐστιν;
ΑΙΑΚΟΣ
Κῦρός
ἐστιν· οὗτος
δὲ Κροῖσος͵ ὁ
δ΄ ὑπὲρ αὐτὸν Σαρδανάπαλλος͵
ὁ δ΄ ὑπὲρ
τούτους
Μίδας͵
ἐκεῖνος δὲ
Ξέρξης.
ΜΕΝΙΠΠΟΣ
Εἶτα
σέ͵ ὦ κάθαρμα͵
ἡ Ἑλλὰς
ἔφριττε
ζευγνύντα μὲν
τὸν
Ἑλλήσποντον͵
διὰ δὲ τῶν
ὀρῶν πλεῖν
ἐπιθυμοῦντα;
οἷος δὲ καὶ ὁ
Κροῖσός ἐστιν.
τὸν Σαρδανάπαλλον
δέ͵ ὦ Αἰακέ͵
πατάξαι μοι
κατὰ κόρρης
ἐπίτρεψον.
ΑΙΑΚΟΣ
Μηδαμῶς·
διαθρύπτεις
γὰρ αὐτοῦ τὸ
κρανίον γυναικεῖον
ὄν.
ΜΕΝΙΠΠΟΣ
Οὐκοῦν
ἀλλὰ
προσπτύσομαί
γε πάντως αὐτῷ
ἀνδρογύνῳ γε
ὄντι.
ΑΙΑΚΟΣ
[3]
Βούλει σοὶ
ἐπιδείξω καὶ
τοὺς σοφούς;
ΜΕΝΙΠΠΟΣ
Νὴ
Δία γε.
ΑΙΑΚΟΣ
Πρῶτος
οὗτός σοι ὁ
Πυθαγόρας
ἐστί.
ΜΕΝΙΠΠΟΣ
Χαῖρε͵
ὦ Εὔφορβε ἢ
Ἄπολλον ἢ ὅ τι
ἂν θέλῃς.
ΠΥΘΑΓΟΡΑΣ
Μὴ
καὶ σύ γε͵ ὦ
Μένιππε.
ΜΕΝΙΠΠΟΣ
Οὐκέτι
χρυσοῦς ὁ
μηρός σοι;
ΠΥΘΑΓΟΡΑΣ
Οὐ
γάρ· ἀλλὰ φέρε
ἴδω εἴ τί σοι
ἐδώδιμον ἡ
πήρα ἔχει.
ΜΕΝΙΠΠΟΣ
Κυάμους͵
ὦγαθέ· ὥστε οὐ
τουτί σοι
ἐδώδιμον.
ΠΥΘΑΓΟΡΑΣ
Δὸς
μόνον· ἄλλα
παρὰ νεκροῖς
δόγματα·
ἔμαθον γάρ͵ ὡς οὐδὲν
ἴσον κύαμοι
καὶ κεφαλαὶ
τοκήων ἐνθάδε.
ΑΙΑΚΟΣ
[4]
Οὗτος δὲ Σόλων
ὁ Ἐξηκεστίδου
καὶ Θαλῆς
ἐκεῖνος καὶ
παρ΄ αὐτοὺς
Πιττακὸς καὶ
οἱ ἄλλοι· ἑπτὰ
δὲ πάντες
εἰσὶν ὡς ὁρᾷς.
ΜΕΝΙΠΠΟΣ
Ἄλυποι͵
ὦ Αἰακέ͵ οὗτοι
μόνοι καὶ
φαιδροὶ τῶν
ἄλλων· ὁ δὲ
σποδοῦ
ἀνάπλεως
καθάπερ
ἐγκρυφίας
ἄρτος͵ ὁ ταῖς
φλυκταίναις ἐξηνθηκώς͵
τίς ἐστιν; ΑΙΑΚΟΣ
Ἐμπεδοκλῆς͵
ὦ Μένιππε͵
ἡμίεφθος ἀπὸ
τῆς Αἴτνης
παρών.
ΜΕΝΙΠΠΟΣ
Ὦ
χαλκόπου
βέλτιστε͵ τί
παθὼν σεαυτὸν
εἰς τοὺς κρατῆρας
ἐνέβαλες;
ΕΜΠΕΔΟΚΛΗΣ
Μελαγχολία
τις͵ ὦ Μένιππε.
ΜΕΝΙΠΠΟΣ
Οὐ μὰ
Δί΄ ἀλλὰ
κενοδοξία καὶ
τῦφος καὶ
πολλὴ κόρυζα͵
ταῦτά σε
ἀπηνθράκωσεν
αὐταῖς
κρηπῖσιν οὐκ
ἀνάξιον ὄντα·
πλὴν οὐδέν σε
ὤνησεν τὸ
σόφισμα· ἐφωράθης
γὰρ τεθνεώς. ὁ
Σωκράτης δέ͵ ὦ
Αἰακέ͵ ποῦ
ποτε ἄρα
ἐστίν;
ΑΙΑΚΟΣ
Μετὰ
Νέστορος καὶ
Παλαμήδους
ἐκεῖνος ληρεῖ
τὰ πολλά.
ΜΕΝΙΠΠΟΣ
Ὅμως
ἐβουλόμην
ἰδεῖν αὐτόν͵
εἴ που ἐνθάδε
ἐστίν.
ΑΙΑΚΟΣ
Ὁρᾷς
τὸν φαλακρόν;
ΜΕΝΙΠΠΟΣ
Ἅπαντες
φαλακροί
εἰσιν· ὥστε
πάντων ἂν εἴη
τοῦτο τὸ
γνώρισμα.
ΑΙΑΚΟΣ
Τὸν
σιμὸν λέγω.
ΜΕΝΙΠΠΟΣ
Καὶ
τοῦτο ὅμοιον·
σιμοὶ γὰρ
ἅπαντες.
ΣΩΚΡΑΤΗΣ
[5] Ἐμὲ
ζητεῖς͵ ὦ
Μένιππε;
ΜΕΝΙΠΠΟΣ
Καὶ
μάλα͵ ὦ
Σώκρατες.
ΣΩΚΡΑΤΗΣ
Τί τὰ
ἐν Ἀθήναις;
ΜΕΝΙΠΠΟΣ
Πολλοὶ
τῶν νέων
φιλοσοφεῖν
λέγουσι͵ καὶ
τά γε σχήματα
αὐτὰ καὶ τὰ
βαδίσματα εἰ
θεάσαιτό τις͵
ἄκροι
φιλόσοφοι.
ΣΩΚΡΑΤΗΣ
Μάλα
πολλοὺς
ἑώρακα.
ΜΕΝΙΠΠΟΣ
Ἀλλὰ
ἑώρακας͵
οἶμαι͵ οἷος
ἧκε παρὰ σοὶ
Ἀρίστιππος ἢ
Πλάτων αὐτός͵
ὁ μὲν ἀποπνέων
μύρον͵ ὁ δὲ τοὺς
ἐν Σικελίᾳ
τυράννους
θεραπεύειν
ἐκμαθών.
ΣΩΚΡΑΤΗΣ
Περὶ
ἐμοῦ δὲ τί
φρονοῦσιν;
ΜΕΝΙΠΠΟΣ
Εὐδαίμων͵
ὦ Σώκρατες͵ ἄνθρωπος
εἶ τά γε
τοιαῦτα.
πάντες γοῦν σε
θαυμάσιον
οἴονται ἄνδρα
γεγενῆσθαι
καὶ πάντα
ἐγνωκέναι καὶ
ταῦταοἶμαι
γὰρ τἀληθῆ
λέγεινοὐδὲν
εἰδότα.
ΣΩΚΡΑΤΗΣ
Καὶ
αὐτὸς ἔφασκον
ταῦτα πρὸς
αὐτούς͵ οἱ δὲ
εἰρωνείαν τὸ
πρᾶγμα ᾤοντο
εἶναι.
ΜΕΝΙΠΠΟΣ
[6]
Τίνες δέ εἰσιν
οὗτοι οἱ περὶ
σέ;
ΣΩΚΡΑΤΗΣ
Χαρμίδης͵
ὦ Μένιππε͵ καὶ
Φαῖδρος καὶ ὁ
τοῦ Κλεινίου.
ΜΕΝΙΠΠΟΣ
Εὖ
γε͵ ὦ
Σώκρατες͵ ὅτι
κἀνταῦθα
μέτει τὴν
σεαυτοῦ
τέχνην καὶ οὐκ
ὀλιγωρεῖς τῶν
καλῶν.
ΣΩΚΡΑΤΗΣ
Τί
γὰρ ἂν ἥδιον
ἄλλο
πράττοιμι;
ἀλλὰ πλησίον
ἡμῶν
κατάκεισο͵ εἰ
δοκεῖ.
ΜΕΝΙΠΠΟΣ
Μὰ
Δί΄͵ ἐπεὶ παρὰ
τὸν Κροῖσον
καὶ τὸν
Σαρδανάπαλλον
ἄπειμι
πλησίον
οἰκήσων
αὐτῶν· ἔοικα
γοῦν οὐκ ὀλίγα
γελάσεσθαι
οἰμωζόντων
ἀκούων.
ΑΙΑΚΟΣ
Κἀγὼ
ἤδη ἄπειμι͵ μὴ
καί τις ἡμᾶς
νεκρὸς λάθῃ
διαφυγών. τὰ
πολλὰ δ΄
εἰσαῦθις
ὄψει͵ ὦ
Μένιππε.
ΜΕΝΙΠΠΟΣ
Ἄπιθι·
καὶ ταυτὶ γὰρ
ἱκανά͵ ὦ
Αἰακέ.
7(17)
ΜΕΝΙΠΠΟΥ ΚΑΙ
ΤΑΝΤΑΛΟΥ
[1] ΜΕΝΙΠΠΟΣ
Τί
κλάεις͵ ὦ
Τάνταλε; ἢ τί
σεαυτὸν ὀδύρῃ
ἐπὶ τῇ λίμνῃ
ἑστώς;
ΤΑΝΤΑΛΟΣ
Ὅτι͵
ὦ Μένιππε͵
ἀπόλωλα ὑπὸ
τοῦ δίψους.
ΜΕΝΙΠΠΟΣ
Οὕτως
ἀργὸς εἶ͵ ὡς
μὴ ἐπικύψας
πιεῖν ἢ καὶ νὴ
Δί΄
ἀρυσάμενος
κοίλῃ τῇ
χειρί;
ΤΑΝΤΑΛΟΣ
Οὐδὲν
ὄφελος͵ εἰ
ἐπικύψαιμι·
φεύγει γὰρ τὸ
ὕδωρ͵ ἐπειδὰν
προσιόντα
αἴσθηταί με·
ἢν δέ ποτε καὶ
ἀρύσωμαι καὶ
προσενέγκω τῷ
στόματι͵ οὐ
φθάνω βρέξας
ἄκρον τὸ
χεῖλος͵ καὶ
διὰ τῶν
δακτύλων διαρρυὲν
οὐκ οἶδ΄ ὅπως
αὖθις
ἀπολείπει
ξηρὰν τὴν
χεῖρά μοι.
ΜΕΝΙΠΠΟΣ
Τεράστιόν
τι πάσχεις͵ ὦ
Τάνταλε. ἀτὰρ
εἰπέ μοι͵ τί
δαὶ καὶ δέῃ
τοῦ πιεῖν; οὐ
γὰρ σῶμα
ἔχεις͵ ἀλλ΄
ἐκεῖνο μὲν ἐν
Λυδίᾳ που
τέθαπται͵
ὅπερ καὶ πεινῆν
καὶ διψῆν
ἐδύνατο͵ σὺ δὲ
ἡ ψυχὴ πῶς ἂν
ἔτι ἢ διψῴης ἢ
πίοις;
ΤΑΝΤΑΛΟΣ
Τοῦτ΄
αὐτὸ ἡ κόλασίς
ἐστι͵ τὸ διψῆν
τὴν ψυχὴν ὡς
σῶμα οὖσαν.
ΜΕΝΙΠΠΟΣ
[2]
Ἀλλὰ τοῦτο μὲν
οὕτως
πιστεύσομεν͵
ἐπεὶ φῂς κολάζεσθαι
τῷ δίψει. τί δ΄
οὖν σοι τὸ
δεινὸν ἔσται;
ἢ δέδιας μὴ
ἐνδείᾳ τοῦ
ποτοῦ
ἀποθάνῃς; οὐχ
ὁρῶ γὰρ ἄλλον
ᾅδην μετὰ
τοῦτον ἢ θάνατον
ἐντεῦθεν εἰς
ἕτερον τόπον.
ΤΑΝΤΑΛΟΣ
Ὀρθῶς
μὲν λέγεις·
καὶ τοῦτο δ΄
οὖν μέρος τῆς
καταδίκης͵ τὸ
ἐπιθυμεῖν
πιεῖν μηδὲν
δεόμενον.
ΜΕΝΙΠΠΟΣ
Ληρεῖς͵
ὦ Τάνταλε͵ καὶ
ὡς ἀληθῶς
ποτοῦ δεῖσθαι δοκεῖς͵
ἀκράτου γε
ἐλλεβόρου νὴ
Δία͵ ὅστις τοὐναντίον
τοῖς ὑπὸ τῶν
λυττώντων
κυνῶν
δεδηγμένοις
πέπονθας οὐ τὸ
ὕδωρ ἀλλὰ τὴν
δίψαν
πεφοβημένος.
ΤΑΝΤΑΛΟΣ
Οὐδὲ
τὸν
ἐλλέβορον͵ ὦ
Μένιππε͵
ἀναίνομαι
πιεῖν͵
γένοιτό μοι
μόνον.
ΜΕΝΙΠΠΟΣ
Θάρρει͵
ὦ Τάνταλε͵ ὡς
οὔτε σὺ οὔτε
ἄλλος πίεται τῶν
νεκρῶν·
ἀδύνατον γάρ·
καίτοι οὐ πάντες
ὥσπερ σὺ ἐκ
καταδίκης
διψῶσι τοῦ
ὕδατος αὐτοὺς
οὐχ
ὑπομένοντος.
8(26)
ΜΕΝΙΠΠΟΥ ΚΑΙ
ΧΕΙΡΩΝΟΣ
[1] ΜΕΝΙΠΠΟΣ
῎Ηκουσα͵
ὦ Χείρων͵ ὡς
θεὸς ὢν
ἐπεθύμησας
ἀποθανεῖν.
ΧΕΙΡΩΝ
Ἀληθῆ
ταῦτα
ἤκουσας͵ ὦ
Μένιππε͵ καὶ
τέθνηκα͵ ὡς
ὁρᾷς͵
ἀθάνατος
εἶναι
δυνάμενος.
ΜΕΝΙΠΠΟΣ
Τίς
δαί σε ἔρως τοῦ
θανάτου
ἔσχεν͵
ἀνεράστου τοῖς
πολλοῖς
χρήματος;
ΧΕΙΡΩΝ
Ἐρῶ
πρὸς σὲ οὐκ
ἀσύνετον ὄντα.
οὐκ ἦν ἔτι ἡδὺ
ἀπολαύειν τῆς
ἀθανασίας.
ΜΕΝΙΠΠΟΣ
Οὐχ
ἡδὺ ἦν ζῶντα
ὁρᾶν τὸ φῶς;
ΧΕΙΡΩΝ
Οὔκ͵
ὦ Μένιππε· τὸ
γὰρ ἡδὺ ἔγωγε
ποικίλον τι καὶ
οὐχ ἁπλοῦν
ἡγοῦμαι εἶναι.
ἐγὼ δὲ ἔζων
ἀεὶ καὶ
ἀπέλαυον τῶν
ὁμοίων͵
ἡλίου͵ φωτός͵
τροφῆς͵ αἱ
ὧραι δὲ αἱ
αὐταὶ καὶ τὰ
γινόμενα
ἅπαντα ἑξῆς ἕκαστον͵
ὥσπερ
ἀκολουθοῦντα
θάτερον
θατέρῳ· ἐνεπλήσθην
οὖν αὐτῶν· οὐ
γὰρ ἐν τῷ αὐτῷ
ἀεὶ͵ ἀλλὰ καὶ
ἐν τῷ μὴ
μετασχεῖν
ὅλως τὸ
τερπνὸν ἦν.
ΜΕΝΙΠΠΟΣ
Εὖ
λέγεις͵ ὦ
Χείρων. τὰ ἐν
ᾅδου δὲ πῶς
φέρεις͵ ἀφ΄ οὗ
προελόμενος
αὐτὰ ἥκεις;
ΧΕΙΡΩΝ
[2] Οὐκ
ἀηδῶς͵ ὦ
Μένιππε· ἡ γὰρ
ἰσοτιμία πάνυ
δημοτικὴ καὶ
τὸ πρᾶγμα
οὐδὲν ἔχει τὸ
διάφορον ἐν
φωτὶ εἶναι ἢ ἐν
σκότῳ· ἄλλως
τε οὔτε διψῆν
ὥσπερ ἄνω οὔτε
πεινῆν δεῖ͵
ἀλλ΄
ἀνεπιδεεῖς τούτων
ἁπάντων ἐσμέν.
ΜΕΝΙΠΠΟΣ
Ὅρα͵
ὦ Χείρων͵ μὴ
περιπίπτῃς
σεαυτῷ καὶ ἐς
τὸ αὐτό σοι ὁ
λόγος περιστῇ.
ΧΕΙΡΩΝ
Πῶς
τοῦτο φῄς;
ΜΕΝΙΠΠΟΣ
Ὅτι
εἰ τῶν ἐν τῷ
βίῳ τὸ ὅμοιον
ἀεὶ καὶ ταὐτὸν
ἐγένετό σοι
προσκορές͵ καὶ
τἀνταῦθα
ὅμοια ὄντα
προσκορῆ
ὁμοίως ἂν
γένοιτο͵ καὶ
δεήσει
μεταβολήν σε
ζητεῖν τινα
καὶ ἐντεῦθεν
εἰς ἄλλον
βίον͵ ὅπερ
οἶμαι
ἀδύνατον.
ΧΕΙΡΩΝ
Τί
οὖν ἂν πάθοι
τις͵ ὦ
Μένιππε;
ΜΕΝΙΠΠΟΣ
Ὅπερ͵
οἶμαι͵ φασί͵
συνετὸν ὄντα
ἀρέσκεσθαι
καὶ ἀγαπᾶν
τοῖς παροῦσι
καὶ μηδὲν
αὐτῶν
ἀφόρητον
οἴεσθαι.
9(28)
ΜΕΝΙΠΠΟΥ ΚΑΙ
ΤΕΙΡΕΣΙΟΥ
[1] ΜΕΝΙΠΠΟΣ
Ὦ
Τειρεσία͵ εἰ
μὲν καὶ τυφλὸς
εἶ͵ οὐκέτι
διαγνῶναι
ῥᾴδιον. ἅπασι
γὰρ ἡμῖν ὁμοῖα
τὰ ὄμματα͵
κενά͵ μόνον δὲ
αἱ χῶραι
αὐτῶν· τὰ δ΄
ἄλλα οὐκέτ΄ ἂν
εἰπεῖν ἔχοις͵
τίς ὁ Φινεὺς ἦν
ἢ τίς ὁ
Λυγκεύς. ὅτι
μέντοι μάντις
ἦσθα καὶ ὅτι ἀμφότερα
ἐγένου μόνος
καὶ ἄρρην καὶ
γυνή͵ τῶν ποιητῶν
ἀκούσας οἶδα.
πρὸς τῶν θεῶν
τοιγαροῦν
εἰπέ μοι͵
ὁποτέρου
ἡδίονος
ἐπειράθης τῶν
βίων͵ ὁπότε
ἀνὴρ ἦσθα͵ ἢ ὁ
γυναικεῖος
ἀμείνων ἦν;
ΤΕΙΡΕΣΙΑΣ
Παρὰ
πολύ͵ ὦ Μένιππε͵
ὁ γυναικεῖος·
ἀπραγμονέστερος
γάρ. καὶ δεσπόζουσι
τῶν ἀνδρῶν αἱ
γυναῖκες͵ καὶ
οὔτε πολεμεῖν
ἀνάγκη αὐταῖς
οὔτε παρ΄
ἔπαλξιν
ἑστάναι οὔτ΄
ἐν ἐκκλησίᾳ
διαφέρεσθαι
οὔτ΄ ἐν
δικαστηρίοις
ἐξετάζεσθαι.
ΜΕΝΙΠΠΟΣ
[2] Οὐ
γὰρ ἀκήκοας͵ ὦ
Τειρεσία͵ τῆς
Εὐριπίδου
Μηδείας͵ οἷα
εἶπεν
οἰκτείρουσα
τὸ γυναικεῖον͵
ὡς ἀθλίας
οὔσας καὶ
ἀφόρητόν τινα
τὸν ἐκ τῶν ὠδίνων
πόνον
ὑφισταμένας;
ἀτὰρ εἰπέ μοι͵
ὑπέμνησε γάρ
με τὰ τῆς
Μηδείας
ἰαμβεῖακαὶ
ἔτεκές ποτε͵
ὁπότε γυνὴ
ἦσθα͵ ἢ στεῖρα
καὶ ἄγονος
διετέλεσας ἐν
ἐκείνῳ τῷ
βίῳ;
ΤΕΙΡΕΣΙΑΣ
Τί
τοῦτο͵
Μένιππε͵
ἐρωτᾷς;
ΜΕΝΙΠΠΟΣ
Οὐδὲν
χαλεπόν͵ ὦ
Τειρεσία·
πλὴν
ἀπόκριναι͵ εἴ σοι
ῥᾴδιον.
ΤΕΙΡΕΣΙΑΣ
Οὐ
στεῖρα μὲν
ἤμην͵ οὐκ
ἔτεκον δ΄ ὅλως.
ΜΕΝΙΠΠΟΣ
Ἱκανὸν
τοῦτο· εἰ γὰρ
καὶ μήτραν
εἶχες͵
ἐβουλόμην
εἰδέναι.
ΤΕΙΡΕΣΙΑΣ
Εἶχον
δηλαδή.
ΜΕΝΙΠΠΟΣ
Χρόνῳ
δέ σοι ἡ μήτρα
ἠφανίσθη καὶ
τὸ χωρίον τὸ γυναικεῖον
ἀπεφράγη καὶ
οἱ μαστοὶ
ἀπεστάθησαν καὶ
τὸ ἀνδρεῖον
ἀνέφυ καὶ
πώγωνα
ἐξήνεγκας͵ ἢ
αὐτίκα ἐκ
γυναικὸς ἀνὴρ
ἀνεφάνης;
ΤΕΙΡΕΣΙΑΣ
Οὐχ
ὁρῶ τί σοι
βούλεται τὸ
ἐρώτημα·
δοκεῖς δ΄ οὖν
μοι ἀπιστεῖν͵ εἰ
τοῦθ΄ οὕτως
ἐγένετο.
ΜΕΝΙΠΠΟΣ
Οὐ
χρὴ γὰρ
ἀπιστεῖν͵ ὦ
Τειρεσία͵
τοῖς τοιούτοις͵
ἀλλὰ καθάπερ
τινὰ βλᾶκα μὴ
ἐξετάζοντα͵
εἴτε δυνατά
ἐστιν εἴτε καὶ
μή͵
παραδέχεσθαι;
ΤΕΙΡΕΣΙΑΣ
[3] Σὺ
οὖν οὐδὲ τὰ
ἄλλα
πιστεύεις
οὕτω
γενέσθαι͵ ὁπόταν
ἀκούσῃς ὅτι
ὄρνεα ἐκ
γυναικῶν
ἐγένοντό
τινες ἢ δένδρα
ἢ θηρία͵ τὴν Ἀηδόνα
ἢ τὴν Δάφνην ἢ
τὴν τοῦ
Λυκάονος
θυγατέρα;
ΜΕΝΙΠΠΟΣ
῎Ην
που κἀκείναις
ἐντύχω͵
εἴσομαι ὅ τι
καὶ λέγουσι. σὺ
δέ͵ ὦ
βέλτιστε͵
ὁπότε γυνὴ
ἦσθα͵ καὶ ἐμαντεύου
τότε ὥσπερ καὶ
ὕστερον͵ ἢ ἅμα
ἀνὴρ καὶ μάντις
ἔμαθες εἶναι;
ΤΕΙΡΕΣΙΑΣ
Ὁρᾷς;
ἀγνοεῖς τὰ
περὶ ἐμοῦ
ἅπαντα͵ ὡς καὶ
διέλυσά τινα
ἔριν τῶν θεῶν͵
καὶ ἡ μὲν ῞Ηρα
ἐπήρωσέν με͵ ὁ
δὲ Ζεὺς
παρεμυθήσατο
τῇ μαντικῇ τὴν
συμφοράν.
ΜΕΝΙΠΠΟΣ
Ἔτι
ἔχῃ͵ ὦ
Τειρεσία͵ τῶν
ψευσμάτων;
ἀλλὰ κατὰ τοὺς
μάντεις τοῦτο
ποιεῖς· ἔθος
γὰρ ὑμῖν μηδὲν
ὑγιὲς λέγειν.
10(3)
ΜΕΝΙΠΠΟΥ,
ΑΜΦΙΛΟΧΟΥ ΚΑΙ
ΤΡΟΦΩΝΙΟΥ
[1]
ΜΕΝΙΠΠΟΣ
Σφὼ
μέντοι͵ ὦ
Τροφώνιε καὶ
Ἀμφίλοχε͵
νεκροὶ ὄντες
οὐκ οἶδ΄ ὅπως
ναῶν
κατηξιώθητε
καὶ μάντεις δοκεῖτε͵
καὶ οἱ μάταιοι
τῶν ἀνθρώπων
θεοὺς ὑμᾶς
ὑπειλήφασιν
εἶναι.
ΑΜΦΙΛΟΧΟΣ
/ ΤΡΟΦΩΝΙΟΣ
Τί
οὖν ἡμεῖς
αἴτιοι͵ εἰ ὑπὸ
ἀνοίας
ἐκεῖνοι τοιαῦτα
περὶ νεκρῶν
δοξάζουσιν;
ΜΕΝΙΠΠΟΣ
Ἀλλ΄
οὐκ ἂν
ἐδόξαζον͵ εἰ
μὴ ζῶντες καὶ
ὑμεῖς τοιαῦτα
ἐτερατεύεσθε
ὡς τὰ μέλλοντα
προειδότες καὶ
προειπεῖν
δυνάμενοι
τοῖς
ἐρομένοις.
ΤΡΟΦΩΝΙΟΣ
Ὦ Μένιππε͵
Ἀμφίλοχος μὲν
οὗτος ἂν
εἰδείη ὅ τι
αὐτῷ ἀποκριτέον
ὑπὲρ αὑτοῦ͵
ἐγὼ δὲ ἥρως
εἰμὶ καὶ μαντεύομαι͵
ἤν τις κατέλθῃ
παρ΄ ἐμέ. σὺ δὲ
ἔοικας οὐκ
ἐπιδεδημηκέναι
Λεβαδείᾳ τὸ
παράπαν· οὐ
γὰρ ἂν ἠπίστεις
σὺ τούτοις.
ΜΕΝΙΠΠΟΣ
[2] Τί
φῄς; εἰ μὴ εἰς
Λεβάδειαν γὰρ
παρέλθω καὶ
ἐσταλμένος
ταῖς ὀθόναις
γελοίως μᾶζαν
ἐν ταῖν χεροῖν
ἔχων
εἰσερπύσω διὰ
τοῦ στομίου
ταπεινοῦ
ὄντος ἐς τὸ
σπήλαιον͵ οὐκ
ἂν ἠδυνάμην
εἰδέναι͵ ὅτι
νεκρὸς εἶ
ὥσπερ ἡμεῖς
μόνῃ τῇ
γοητείᾳ
διαφέρων;
ἀλλὰ πρὸς τῆς
μαντικῆς͵ τί δαὶ
ὁ ἥρως ἐστίν;
ἀγνοῶ γάρ.
ΤΡΟΦΩΝΙΟΣ
Ἐξ
ἀνθρώπου τι
καὶ θεοῦ
σύνθετον.
ΜΕΝΙΠΠΟΣ
Ὃ
μήτε ἄνθρωπός
ἐστιν͵ ὡς φῄς͵
μήτε θεός͵ καὶ
συναμφότερόν
ἐστιν; νῦν οὖν
ποῦ σου τὸ θεῶν
ἐκεῖνο
ἡμίτομον
ἀπελήλυθεν;
ΤΡΟΦΩΝΙΟΣ
Χρᾷ͵
ὦ Μένιππε͵ ἐν
Βοιωτίᾳ.
ΜΕΝΙΠΠΟΣ
Οὐκ
οἶδα͵ ὦ
Τροφώνιε͵ ὅ τι
καὶ λέγεις·
ὅτι μέντοι
ὅλος εἶ νεκρὸς
ἀκριβῶς ὁρῶ.
11(16)
ΔΙΟΓΕΝΟΥΣ ΚΑΙ
ΗΡΑΚΛΕΟΥΣ
[1] ΔΙΟΓΕΝΗΣ
Οὐχ
Ἡρακλῆς οὗτός
ἐστιν; οὐ μὲν
οὖν ἄλλος͵ μὰ τὸν
Ἡρακλέα. τὸ
τόξον͵ τὸ
ῥόπαλον͵ ἡ
λεοντῆ͵ τὸ μέγεθος͵
ὅλος Ἡρακλῆς
ἐστιν. εἶτα
τέθνηκεν Διὸς υἱὸς
ὤν; εἰπέ μοι͵ ὦ
καλλίνικε͵
νεκρὸς εἶ; ἐγὼ
γάρ σοι ἔθυον
ὑπὲρ γῆς ὡς
θεῷ.
ΗΡΑΚΛΗΣ
Καὶ
ὀρθῶς ἔθυες·
αὐτὸς μὲν γὰρ
ὁ Ἡρακλῆς ἐν
τῷ οὐρανῷ τοῖς
θεοῖς σύνεστι
καὶ ἔχει
καλλίσφυρον ῞Ηβην͵
ἐγὼ δὲ εἴδωλόν
εἰμι αὐτοῦ.
ΔΙΟΓΕΝΗΣ
Πῶς
λέγεις;
εἴδωλον τοῦ
θεοῦ; καὶ δυνατὸν
ἐξ ἡμισείας
μέν τινα θεὸν
εἶναι͵
τεθνάναι δὲ τῷ
ἡμίσει;
ΗΡΑΚΛΗΣ
Ναί·
οὐ γὰρ ἐκεῖνος
τέθνηκεν͵
ἀλλ΄ ἐγὼ ἡ
εἰκὼν αὐτοῦ.
ΔΙΟΓΕΝΗΣ
[2]
Μανθάνω·
ἄντανδρόν σε
τῷ Πλούτωνι
παραδέδωκεν
ἀνθ΄ ἑαυτοῦ͵
καὶ σὺ νῦν ἀντ΄
ἐκείνου
νεκρὸς εἶ.
ΗΡΑΚΛΗΣ
Τοιοῦτό
τι.
ΔΙΟΓΕΝΗΣ
Πῶς
οὖν ἀκριβὴς ὢν
ὁ Αἰακὸς οὐ
διέγνω σε μὴ
ὄντα ἐκεῖνον͵
ἀλλὰ
παρεδέξατο
ὑποβολιμαῖον
Ἡρακλέα
παρόντα;
ΗΡΑΚΛΗΣ
Ὅτι
ἐῴκειν
ἀκριβῶς.
ΔΙΟΓΕΝΗΣ
Ἀληθῆ
λέγεις·
ἀκριβῶς γάρ͵
ὥστε αὐτὸς
ἐκεῖνος εἶναι.
ὅρα γοῦν μὴ τὸ
ἐναντίον ἐστὶ
καὶ σὺ μὲν εἶ ὁ
Ἡρακλῆς͵ τὸ δὲ
εἴδωλον
γεγάμηκεν τὴν
῞Ηβην παρὰ τοῖς
θεοῖς.
ΗΡΑΚΛΗΣ
[3]
Θρασὺς εἶ καὶ
λάλος͵ καὶ εἰ
μὴ παύσῃ
σκώπτων εἰς
ἐμέ͵ εἴσῃ
αὐτίκα οἵου
θεοῦ εἴδωλόν
εἰμι.
ΔΙΟΓΕΝΗΣ
Τὸ
μὲν τόξον
γυμνὸν καὶ
πρόχειρον·
ἐγὼ δὲ τί ἂν ἔτι
φοβοίμην σε
ἅπαξ τεθνεώς;
ἀτὰρ εἰπέ μοι
πρὸς τοῦ σοῦ
Ἡρακλέους͵
ὁπότε ἐκεῖνος
ἔζη͵ συνῆς
αὐτῷ καὶ τότε
εἴδωλον ὤν; ἢ
εἷς μὲν ἦτε παρὰ
τὸν βίον͵ ἐπεὶ
δὲ ἀπεθάνετε͵
διαιρεθέντες
ὁ μὲν εἰς θεοὺς
ἀπέπτατο͵ σὺ
δὲ τὸ εἴδωλον͵
ὥσπερ εἰκὸς
ἦν͵ εἰς ᾅδου
πάρει;
ΗΡΑΚΛΗΣ
Ἐχρῆν
μὲν μηδὲ
ἀποκρίνεσθαι
πρὸς ἄνδρα
ἐξεπίτηδες
ἐρεσχηλοῦντα·
ὅμως δ΄ οὖν καὶ
τοῦτο
ἄκουσον·
ὁπόσον μὲν γὰρ
Ἀμφιτρύωνος
ἐν τῷ Ἡρακλεῖ
ἦν͵ τοῦτο
τέθνηκεν καί
εἰμι ἐγὼ
ἐκεῖνο πᾶν͵ ὃ
δὲ ἦν τοῦ Διός͵
ἐν οὐρανῷ
σύνεστι τοῖς
θεοῖς.
ΔΙΟΓΕΝΗΣ
[4]
Σαφῶς νῦν
μανθάνω· δύο
γὰρ φῂς ἔτεκεν
ἡ Ἀλκμήνη κατὰ
τὸ αὐτὸ
Ἡρακλέας͵ τὸν
μὲν ὑπ΄ Ἀμφιτρύωνι͵
τὸν δὲ παρὰ τοῦ
Διός͵ ὥστε
ἐλελήθειτε δίδυμοι
ὄντες
ὁμομήτριοι.
ΗΡΑΚΛΗΣ
Οὔκ͵
ὦ μάταιε· ὁ γὰρ
αὐτὸς ἄμφω
ἦμεν.
ΔΙΟΓΕΝΗΣ
Οὐκ
ἔστι μαθεῖν
τοῦτο ῥᾴδιον͵
συνθέτους δύο
ὄντας
Ἡρακλέας͵
ἐκτὸς εἰ μὴ
ὥσπερ ἱπποκένταυρός
τις ἦτε εἰς ἓν
συμπεφυκότες
ἄνθρωπός τε
καὶ θεός.
ΗΡΑΚΛΗΣ
Οὐ
γὰρ καὶ πάντες
οὕτως σοι
δοκοῦσι
συγκεῖσθαι ἐκ
δυεῖν͵ ψυχῆς
καὶ σώματος;
ὥστε τί τὸ
κωλῦόν ἐστι
τὴν μὲν ψυχὴν
ἐν οὐρανῷ
εἶναι͵ ἥπερ ἦν
ἐκ Διός͵ τὸ δὲ
θνητὸν ἐμὲ
παρὰ τοῖς
νεκροῖς;
ΔΙΟΓΕΝΗΣ
[5]
Ἀλλ΄͵ ὦ
βέλτιστε
Ἀμφιτρυωνιάδη͵
καλῶς ἂν ταῦτα
ἔλεγες͵ εἰ
σῶμα ἦσθα͵ νῦν
δὲ ἀσώματον
εἴδωλον εἶ·
ὥστε
κινδυνεύεις
τριπλοῦν ἤδη
ποιῆσαι τὸν Ἡρακλέα.
ΗΡΑΚΛΗΣ
Πῶς
τριπλοῦν;
ΔΙΟΓΕΝΗΣ
Ὧδέ
πως· εἰ γὰρ ὁ
μέν τις ἐν
οὐρανῷ͵ ὁ δὲ
παρ΄ ἡμῖν σὺ τὸ
εἴδωλον͵ τὸ δὲ
σῶμα ἐν Οἴτῃ
κόνις ἤδη
γενόμενον͵
τρία ταῦτα ἤδη
γεγένηται·
καὶ σκόπει
ὅντινα τὸν
τρίτον πατέρα
ἐπινοήσεις τῷ
σώματι.
ΗΡΑΚΛΗΣ
Θρασὺς
εἶ καὶ
σοφιστής· τίς
δαὶ καὶ ὢν
τυγχάνεις;
ΔΙΟΓΕΝΗΣ
Διογένους
τοῦ Σινωπέως
εἴδωλον͵
αὐτὸς δὲ οὐ μὰ Δία
μετ΄
ἀθανάτοισι
θεοῖσιν͵ ἀλλὰ
τοῖς
βελτίστοις τῶν
νεκρῶν
σύνεστιν
Ὁμήρου καὶ τῆς
τοιαύτης ψυχρολογίας
καταγελῶν.
12(14)
ΦΙΛΙΠΠΟΥ ΚΑΙ
ΑΛΕΞΑΝΔΡΟΥ
[1] ΦΙΛΙΠΠΟΣ
Νῦν
μέν͵ ὦ
Ἀλέξανδρε͵
οὐκ ἂν ἔξαρνος
γένοιο μὴ οὐκ
ἐμὸς υἱὸς
εἶναι· οὐ γὰρ
ἂν τεθνήκεις
Ἄμμωνός γε ὤν.
ΑΛΕΞΑΝΔΡΟΣ
Οὐδ΄
αὐτὸς
ἠγνόουν͵ ὦ
πάτερ͵ ὡς
Φιλίππου τοῦ
Ἀμύντου υἱός
εἰμι͵ ἀλλ΄
ἐδεξάμην τὸ
μάντευμα͵ χρήσιμον
εἰς τὰ
πράγματα
εἶναι
οἰόμενος.
ΦΙΛΙΠΠΟΣ
Πῶς
λέγεις;
χρήσιμον
ἐδόκει σοι τὸ
παρέχειν σεαυτὸν
ἐξαπατηθησόμενον
ὑπὸ τῶν
προφητῶν;
ΑΛΕΞΑΝΔΡΟΣ
Οὐ
τοῦτο͵ ἀλλ΄ οἱ
βάρβαροι
κατεπλάγησάν
με καὶ οὐδεὶς
ἔτι ἀνθίστατο
οἰόμενοι θεῷ
μάχεσθαι͵ ὥστε
ῥᾷον ἐκράτουν
αὐτῶν.
ΦΙΛΙΠΠΟΣ
[2]
Τίνων δὲ
ἐκράτησας σύ
γε ἀξιομάχων
ἀνδρῶν͵ ὃς δειλοῖς
ἀεὶ
συνηνέχθης
τοξάρια καὶ
πελτίδια καὶ
γέρρα οἰσύϊνα
προβεβλημένοις;
Ἑλλήνων
κρατεῖν ἔργον
ἦν͵ Βοιωτῶν καὶ
Φωκέων καὶ
Ἀθηναίων͵ καὶ
τὸ Ἀρκάδων
ὁπλιτικὸν καὶ
τὴν Θετταλὴν
ἵππον καὶ τοὺς
Ἠλείων ἀκοντιστὰς
καὶ τὸ
Μαντινέων
πελταστικὸν ἢ
Θρᾷκας ἢ Ἰλλυριοὺς
ἢ καὶ Παίονας
χειρώσασθαι͵
ταῦτα μεγάλα·
Μήδων δὲ καὶ
Περσῶν καὶ
Χαλδαίων͵
χρυσοφόρων
ἀνθρώπων καὶ
ἁβρῶν͵ οὐκ
οἶσθα ὡς πρὸ
σοῦ μύριοι
μετὰ Κλεάρχου
ἀνελθόντες
ἐκράτησαν
οὐδ΄ εἰς
χεῖρας
ὑπομεινάντων
ἐλθεῖν
ἐκείνων͵ ἀλλὰ
πρὶν ἢ τόξευμα
ἐξικνεῖσθαι φυγόντων;
ΑΛΕΞΑΝΔΡΟΣ
[3]
Ἀλλ΄ οἱ Σκύθαι
γε͵ ὦ πάτερ͵
καὶ οἱ Ἰνδῶν
ἐλέφαντες οὐκ
εὐκαταφρόνητόν
τι ἔργον͵ καὶ
ὅμως οὐ διαστήσας
αὐτοὺς οὐδὲ
προδοσίαις
ὠνούμενος τὰς
νίκας
ἐκράτουν
αὐτῶν· οὐδ΄
ἐπιώρκησα
πώποτε ἢ ὑποσχόμενος
ἐψευσάμην ἢ
ἄπιστον
ἔπραξά τι τοῦ νικᾶν
ἕνεκα. καὶ τοὺς
Ἕλληνας δὲ
τοὺς μὲν
ἀναιμωτὶ
παρέλαβον͵
Θηβαίους δὲ
ἴσως ἀκούεις
ὅπως μετῆλθον.
ΦΙΛΙΠΠΟΣ
Οἶδα
ταῦτα πάντα·
Κλεῖτος γὰρ
ἀπήγγειλέ
μοι͵ ὃν σὺ τῷ
δορατίῳ
διελάσας
μεταξὺ
δειπνοῦντα
ἐφόνευσας͵
ὅτι με πρὸς τὰς
σὰς πράξεις
ἐπαινέσαι ἐτόλμησεν.
[4] σὺ δὲ καὶ τὴν
Μακεδονικὴν
χλαμύδα καταβαλὼν
κάνδυν͵ ὥς
φασι͵ μετενέδυς
καὶ τιάραν
ὀρθὴν ἐπέθου
καὶ προσκυνεῖσθαι
ὑπὸ
Μακεδόνων͵
ἐλευθέρων
ἀνδρῶν͵ ἠξίους͵
καὶ τὸ πάντων
γελοιότατον͵
ἐμιμοῦ τὰ τῶν
νενικημένων.
ἐῶ γὰρ λέγειν
ὅσα ἄλλα
ἔπραξας͵
λέουσι
συγκατακλείων
πεπαιδευμένους
ἄνδρας καὶ τοσούτους
γαμῶν γάμους
καὶ Ἡφαιστίωνα
ὑπεραγαπῶν. ἓν
ἐπῄνεσα μόνον
ἀκούσας͵ ὅτι
ἀπέσχου τῆς
τοῦ Δαρείου
γυναικὸς
καλῆς οὔσης͵
καὶ τῆς μητρὸς
αὐτοῦ καὶ τῶν
θυγατέρων
ἐπεμελήθης·
βασιλικὰ γὰρ
ταῦτα.
ΑΛΕΞΑΝΔΡΟΣ
[5] Τὸ
φιλοκίνδυνον
δέ͵ ὦ πάτερ͵
οὐκ ἐπαινεῖς
καὶ τὸ ἐν
Ὀξυδράκαις
πρῶτον καθαλέσθαι
ἐντὸς τοῦ
τείχους καὶ
τοσαῦτα
λαβεῖν τραύματα;
ΦΙΛΙΠΠΟΣ
Οὐκ
ἐπαινῶ τοῦτο͵
ὦ Ἀλέξανδρε͵
οὐχ ὅτι μὴ
καλὸν οἴομαι
εἶναι καὶ
τιτρώσκεσθαί
ποτε τὸν
βασιλέα καὶ
προκινδυνεύειν
τοῦ στρατοῦ͵
ἀλλ΄ ὅτι σοι τὸ
τοιοῦτο
ἥκιστα
συνέφερεν·
θεὸς γὰρ εἶναι
δοκῶν εἴ ποτε
τρωθείης͵ καὶ
βλέποιέν σε
φοράδην τοῦ πολέμου
ἐκκομιζόμενον͵
αἵματι
ῥεόμενον͵
οἰμώζοντα ἐπὶ
τῷ τραύματι͵
ταῦτα γέλως ἦν
τοῖς ὁρῶσιν͵ ᾗ
καὶ ὁ Ἄμμων
γόης καὶ
ψευδόμαντις
ἠλέγχετο καὶ
οἱ προφῆται
κόλακες. ἢ τίς
οὐκ ἂν
ἐγέλασεν ὁρῶν
τὸν τοῦ Διὸς
υἱὸν ἀποψύχοντα͵
δεόμενον τῶν
ἰατρῶν
βοηθεῖν; νῦν μὲν
γὰρ ὁπότε ἤδη
τέθνηκας͵ οὐκ
οἴει πολλοὺς
εἶναι τοὺς τὴν
προσποίησιν
ἐκείνην
ἐπικερτομοῦντας͵
ὁρῶντας τὸν
νεκρὸν τοῦ
θεοῦ ἐκτάδην
κείμενον͵
μυδῶντα ἤδη
καὶ ἐξῳδηκότα
κατὰ νόμον
ἁπάντων τῶν
σωμάτων;
ἄλλως τε καὶ
τοῦτο͵ ὃ
χρήσιμον
ἔφης͵ ὦ
Ἀλέξανδρε͵ τὸ
διὰ τοῦτο
κρατεῖν
ῥᾳδίως͵ πολὺ
τῆς δόξης
ἀφῄρει τῶν κατορθουμένων·
πᾶν γὰρ ἐδόκει
ἐνδεὲς ὑπὸ
θεοῦ γίγνεσθαι
δοκοῦν.
ΑΛΕΞΑΝΔΡΟΣ
[6] Οὐ
ταῦτα
φρονοῦσιν οἱ
ἄνθρωποι περὶ
ἐμοῦ͵ ἀλλὰ
Ἡρακλεῖ καὶ
Διονύσῳ
ἐνάμιλλον τιθέασί
με. καίτοι τὴν
Ἄορνον
ἐκείνην͵
οὐδετέρου ἐκείνων
λαβόντος͵ ἐγὼ
μόνος
ἐχειρωσάμην.
ΦΙΛΙΠΠΟΣ
Ὁρᾷς
ὅτι ταῦτα ὡς
Ἄμμωνος υἱὸς
λέγεις͵ ὃς
Ἡρακλεῖ καὶ
Διονύσῳ
παραβάλλεις
σεαυτόν; καὶ
οὐκ αἰσχύνῃ͵ ὦ
Ἀλέξανδρε͵
οὐδὲ τὸν τῦφον
ἀπομαθήσῃ καὶ
γνώσῃ σεαυτὸν
καὶ συνήσεις
ἤδη νεκρὸς ὤν;
13(13)
ΔΙΟΓΕΝΟΥΣ ΚΑΙ
ΑΛΕΞΑΝΔΡΟΥ
[1] ΔΙΟΓΕΝΗΣ
Τί
τοῦτο͵ ὦ
Ἀλέξανδρε;
καὶ σὺ
τέθνηκας
ὥσπερ καὶ
ἡμεῖς
ἅπαντες;
ΑΛΕΞΑΝΔΡΟΣ
Ὁρᾷς͵
ὦ Διόγενες· οὐ
παράδοξον δέ͵
εἰ ἄνθρωπος ὢν
ἀπέθανον.
ΔΙΟΓΕΝΗΣ
Οὐκοῦν
ὁ Ἄμμων
ἐψεύδετο
λέγων ἑαυτοῦ
σε εἶναι͵ σὺ δὲ
Φιλίππου ἄρα
ἦσθα;
ΑΛΕΞΑΝΔΡΟΣ
Φιλίππου
δηλαδή· οὐ γὰρ
ἂν ἐτεθνήκειν
Ἄμμωνος ὤν.
ΔΙΟΓΕΝΗΣ
Καὶ
μὴν καὶ περὶ
τῆς
Ὀλυμπιάδος
ὅμοια
ἐλέγετο͵ δράκοντα
ὁμιλεῖν αὐτῇ
καὶ βλέπεσθαι
ἐν τῇ εὐνῇ͵
εἶτα οὕτω σε
τεχθῆναι͵ τὸν
δὲ Φίλιππον
ἐξηπατῆσθαι
οἰόμενον
πατέρα σου
εἶναι.
ΑΛΕΞΑΝΔΡΟΣ
Κἀγὼ
ταῦτα ἤκουον
ὥσπερ σύ͵ νῦν
δὲ ὁρῶ ὅτι
οὐδὲν ὑγιὲς
οὔτε ἡ μήτηρ
οὔτε οἱ τῶν
Ἀμμωνίων
προφῆται
ἔλεγον.
ΔΙΟΓΕΝΗΣ
Ἀλλὰ
τὸ ψεῦδος
αὐτῶν οὐκ
ἄχρηστόν σοι͵
ὦ Ἀλέξανδρε͵
πρὸς τὰ
πράγματα
ἐγένετο·
πολλοὶ γὰρ
ὑπέπτησσον
θεὸν εἶναί σε
νομίζοντες. [2]
ἀτὰρ εἰπέ μοι͵
τίνι τὴν
τοσαύτην
ἀρχὴν
καταλέλοιπας;
ΑΛΕΞΑΝΔΡΟΣ
Οὐκ
οἶδα͵ ὦ
Διόγενες· οὐ
γὰρ ἔφθασα
ἐπισκῆψαί τι
περὶ αὐτῆς ἢ
τοῦτο μόνον͵
ὅτι
ἀποθνήσκων
Περδίκκᾳ τὸν
δακτύλιον
ἐπέδωκα. πλὴν
ἀλλὰ τί γελᾷς͵ ὦ
Διόγενες;
ΔΙΟΓΕΝΗΣ
Τί
γὰρ ἄλλο ἢ
ἀνεμνήσθην
οἷα ἐποίει ἡ
Ἑλλάς͵ ἄρτι σε
παρειληφότα
τὴν ἀρχὴν
κολακεύοντες
καὶ προστάτην
αἱρούμενοι
καὶ στρατηγὸν
ἐπὶ τοὺς βαρβάρους͵
ἔνιοι δὲ καὶ
τοῖς δώδεκα
θεοῖς
προστιθέντες
καὶ
οἰκοδομοῦντές
σοι νεὼς καὶ
θύοντες ὡς δράκοντος
υἱῷ. [3] ἀλλ΄ εἰπέ
μοι͵ ποῦ σε οἱ
Μακεδόνες
ἔθαψαν;
ΑΛΕΞΑΝΔΡΟΣ
Ἔτι
ἐν Βαβυλῶνι
κεῖμαι
τριακοστὴν
ἡμέραν ταύτην͵
ὑπισχνεῖται
δὲ Πτολεμαῖος
ὁ ὑπασπιστής͵
ἤν ποτε ἀγάγῃ
σχολὴν ἀπὸ τῶν
θορύβων τῶν ἐν
ποσίν͵ εἰς
Αἴγυπτον
ἀπαγαγὼν
θάψειν ἐκεῖ͵
ὡς γενοίμην
εἷς τῶν
Αἰγυπτίων
θεῶν.
ΔΙΟΓΕΝΗΣ
Μὴ
γελάσω οὖν͵ ὦ
Ἀλέξανδρε͵
ὁρῶν καὶ ἐν
ᾅδου ἔτι σε
μωραίνοντα
καὶ ἐλπίζοντα
Ἄνουβιν ἢ
Ὄσιριν γενήσεσθαι;
πλὴν ἀλλὰ
ταῦτα μέν͵ ὦ
θειότατε͵ μὴ
ἐλπίσῃς· οὐ
γὰρ θέμις
ἀνελθεῖν τινα
τῶν ἅπαξ διαπλευσάντων
τὴν λίμνην καὶ
εἰς τὸ εἴσω τοῦ
στομίου
παρελθόντων·
οὐ γὰρ ἀμελὴς
ὁ Αἰακὸς οὐδὲ
ὁ Κέρβερος
εὐκαταφρόνητος.
[4] ἐκεῖνο δέ γε ἡδέως
ἂν μάθοιμι
παρὰ σοῦ͵ πῶς
φέρεις͵
ὁπόταν ἐννοήσῃς
ὅσην
εὐδαιμονίαν
ὑπὲρ γῆς
ἀπολιπὼν ἀφῖξαι͵
σωματοφύλακας
καὶ
ὑπασπιστὰς
καὶ σατράπας
καὶ χρυσὸν
τοσοῦτον καὶ
ἔθνη
προσκυνοῦντα
καὶ Βαβυλῶνα
καὶ Βάκτρα καὶ
τὰ μεγάλα
θηρία καὶ
τιμὴν καὶ
δόξαν καὶ τὸ ἐπίσημον
εἶναι
ἐξελαύνοντα
διαδεδεμένον
ταινίᾳ λευκῇ
τὴν κεφαλὴν
πορφυρίδα
ἐμπεπορπημένον.
οὐ λυπεῖ ταῦτά
σε ὑπὲρ τὴν
μνήμην ἰόντα;
τί δακρύεις͵ ὦ
μάταιε; οὐδὲ ταῦτά
σε ὁ σοφὸς
Ἀριστοτέλης
ἐπαίδευσεν μὴ
οἴεσθαι
βέβαια εἶναι
τὰ παρὰ τῆς
τύχης;
ΑΛΕΞΑΝΔΡΟΣ
[5] Ὁ
σοφὸς ἐκεῖνος
ἁπάντων
κολάκων
ἐπιτριπτότατος
ὤν; ἐμὲ μόνον
ἔασον τὰ
Ἀριστοτέλους
εἰδέναι͵ ὅσα
μὲν ᾔτησεν
παρ΄ ἐμοῦ͵ οἷα
δὲ
ἐπέστελλεν͵ ὡς
δὲ κατεχρῆτό
μου τῇ περὶ
παιδείαν
φιλοτιμίᾳ
θωπεύων καὶ
ἐπαινῶν ἄρτι
μὲν πρὸς τὸ
κάλλος͵ ὡς καὶ
τοῦτο μέρος ὂν τἀγαθοῦ͵
ἄρτι δὲ ἐς τὰς
πράξεις καὶ
τὸν πλοῦτον. καὶ
γὰρ αὖ καὶ
τοῦτο ἀγαθὸν
ἡγεῖτο εἶναι͵
ὡς μὴ αἰσχύνοιτο
καὶ αὐτὸς
λαμβάνων·
γόης͵ ὦ Διόγενες͵
ἅνθρωπος καὶ
τεχνίτης. πλὴν
ἀλλὰ τοῦτό γε
ἀπολέλαυκα
τῆς σοφίας αὐτοῦ͵
τὸ λυπεῖσθαι
ὡς ἐπὶ
μεγίστοις
ἀγαθοῖς ἐκείνοις͵
ἃ κατηριθμήσω
μικρῷ γε
ἔμπροσθεν.
ΔΙΟΓΕΝΗΣ
[6]
Ἀλλ΄ οἶσθα ὃ
δράσεις; ἄκος
γάρ σοι τῆς
λύπης ὑποθήσομαι.
ἐπεὶ ἐνταῦθά
γε ἐλλέβορος
οὐ φύεται͵ σὺ
δὲ κἂν τὸ Λήθης
ὕδωρ χανδὸν
ἐπισπασάμενος
πίε καὶ αὖθις
πίε καὶ
πολλάκις·
οὕτω γὰρ ἂν
παύσαιο ἐπὶ
τοῖς
Ἀριστοτέλους
ἀγαθοῖς
ἀνιώμενος. καὶ
γὰρ Κλεῖτον
ἐκεῖνον ὁρῶ
καὶ
Καλλισθένην
καὶ ἄλλους πολλοὺς
ἐπὶ σὲ
ὁρμῶντας͵ ὡς
διασπάσαιντο
καὶ ἀμύναιντο
σε ὧν ἔδρασας
αὐτούς. ὥστε
τὴν ἑτέραν σὺ
ταύτην βάδιζε
καὶ πῖνε πολλάκις͵
ὡς ἔφην.
14(4) ΕΡΜΟΥ
ΚΑΙ ΧΑΡΩΝΟΣ
[1] ΕΡΜΗΣ
Λογισώμεθα͵
ὦ πορθμεῦ͵ εἰ
δοκεῖ͵ ὁπόσα
μοι ὀφείλεις
ἤδη͵ ὅπως μὴ
αὖθις
ἐρίζωμέν τι
περὶ αὐτῶν.
ΧΑΡΩΝ
Λογισώμεθα͵
ὦ Ἑρμῆ·
ἄμεινον γὰρ
ὡρίσθαι καὶ ἀπραγμονέστερον.
ΕΡΜΗΣ
Ἄγκυραν
ἐντειλαμένῳ
ἐκόμισα πέντε
δραχμῶν.
ΧΑΡΩΝ
Πολλοῦ
λέγεις.
ΕΡΜΗΣ
Νὴ
τὸν Ἀϊδωνέα͵
τῶν πέντε
ὠνησάμην͵ καὶ
τροπωτῆρα δύο
ὀβολῶν.
ΧΑΡΩΝ
Τίθει
πέντε δραχμὰς
καὶ ὀβολοὺς
δύο.
ΕΡΜΗΣ
Καὶ
ἀκέστραν ὑπὲρ
τοῦ ἱστίου·
πέντε ὀβολοὺς
ἐγὼ κατέβαλον.
ΧΑΡΩΝ
Καὶ
τούτους
προστίθει.
ΕΡΜΗΣ
Καὶ
κηρὸν ὡς
ἐπιπλάσαι τοῦ
σκαφιδίου τὰ
ἀνεῳγότα καὶ
ἥλους δὲ καὶ
καλῴδιον͵ ἀφ΄
οὗ τὴν ὑπέραν ἐποίησας͵
δύο δραχμῶν
ἅπαντα.
ΧΑΡΩΝ
Καὶ
ἄξια ταῦτα
ὠνήσω.
ΕΡΜΗΣ
Ταῦτά
ἐστιν͵ εἰ μή τι
ἄλλο ἡμᾶς
διέλαθεν ἐν τῷ
λογισμῷ. πότε
δ΄ οὖν ταῦτα
ἀποδώσειν
φῄς;
ΧΑΡΩΝ
Νῦν
μέν͵ ὦ Ἑρμῆ͵
ἀδύνατον͵ ἢν
δὲ λοιμός τις ἢ
πόλεμος
καταπέμψῃ
ἀθρόους
τινάς͵
ἐνέσται τότε ἀποκερδᾶναι
παραλογιζόμενον
ἐν τῷ πλήθει τὰ
πορθμεῖα.
ΕΡΜΗΣ
[2] Νῦν
οὖν ἐγὼ
καθεδοῦμαι τὰ
κάκιστα
εὐχόμενος
γενέσθαι͵ ὡς
ἂν ἀπὸ τούτων
ἀπολάβοιμι;
ΧΑΡΩΝ
Οὐκ
ἔστιν ἄλλως͵ ὦ
Ἑρμῆ. νῦν δὲ
ὀλίγοι͵ ὡς
ὁρᾷς͵ ἀφικνοῦνται
ἡμῖν· εἰρήνη
γάρ.
ΕΡΜΗΣ
Ἄμεινον
οὕτως͵ εἰ καὶ
ἡμῖν
παρατείνοιτο
ὑπὸ σοῦ τὸ
ὄφλημα. πλὴν
ἀλλ΄ οἱ μὲν
παλαιοί͵ ὦ
Χάρων͵ οἶσθα
οἷοι
παρεγίγνοντο͵
ἀνδρεῖοι
ἅπαντες͵
αἵματος
ἀνάπλεῳ καὶ
τραυματίαι οἱ
πολλοί· νῦν δὲ
ἢ φαρμάκῳ τις
ὑπὸ τοῦ παιδὸς ἀποθανὼν
ἢ ὑπὸ τῆς
γυναικὸς ἢ ὑπὸ
τρυφῆς ἐξῳδηκὼς
τὴν γαστέρα
καὶ τὰ σκέλη͵
ὠχροὶ ἅπαντες
καὶ ἀγεννεῖς͵
οὐδὲν ὅμοιοι
ἐκείνοις. οἱ δὲ
πλεῖστοι
αὐτῶν διὰ
χρήματα ἥκουσιν
ἐπιβουλεύοντες
ἀλλήλοις͵ ὡς
ἐοίκασι.
ΧΑΡΩΝ
Πάνυ
γὰρ
περιπόθητά
ἐστι ταῦτα.
ΕΡΜΗΣ
Οὐκοῦν
οὐδ΄ ἐγὼ
δόξαιμι ἂν
ἁμαρτάνειν
πικρῶς ἀπαιτῶν
τὰ ὀφειλόμενα
παρὰ σοῦ.
15(5)
ΠΛΟΥΤΩΝΟΣ ΚΑΙ
ΕΡΜΟΥ
[1] ΠΛΟΥΤΩΝ
Τὸν
γέροντα
οἶσθα͵ τὸν
πάνυ
γεγηρακότα
λέγω͵ τὸν
πλούσιον
Εὐκράτην͵ ᾧ
παῖδες μὲν οὐκ
εἰσίν͵ οἱ τὸν
κλῆρον δὲ
θηρῶντες
πεντακισμύριοι;
ΕΡΜΗΣ
Ναί͵
τὸν Σικυώνιον
φῄς. τί οὖν;
ΠΛΟΥΤΩΝ
Ἐκεῖνον
μέν͵ ὦ Ἑρμῆ͵
ζῆν ἔασον ἐπὶ
τοῖς ἐνενήκοντα
ἔτεσιν͵ ἃ
βεβίωκεν͵
ἐπιμετρήσας
ἄλλα τοσαῦτα͵
εἴ γε οἷόν τε
ἦν͵ καὶ ἔτι
πλείω͵ τοὺς δὲ
κόλακας αὐτοῦ
Χαρῖνον τὸν νέον
καὶ Δάμωνα καὶ
τοὺς ἄλλους
κατάσπασον
ἐφεξῆς
ἅπαντας.
ΕΡΜΗΣ
Ἄτοπον
ἂν δόξειε τὸ
τοιοῦτον.
ΠΛΟΥΤΩΝ
Οὐ
μὲν οὖν͵ ἀλλὰ
δικαιότατον·
τί γὰρ ἐκεῖνοι
παθόντες
εὔχονται
ἀποθανεῖν
ἐκεῖνον ἢ τῶν
χρημάτων
ἀντιποιοῦνται
οὐδὲν
προσήκοντες;
ὃ δὲ πάντων
ἐστὶ μιαρώτατον͵
ὅτι καὶ τὰ
τοιαῦτα
εὐχόμενοι
ὅμως θεραπεύουσιν
ἔν γε τῷ
φανερῷ͵ καὶ
νοσοῦντος ἃ
μὲν βουλεύονται
πᾶσι πρόδηλα͵
θύσειν δὲ ὅμως
ὑπισχνοῦνται͵
ἢν ῥαΐσῃ͵ καὶ
ὅλως ποικίλη
τις ἡ κολακεία
τῶν ἀνδρῶν. διὰ
ταῦτα ὁ μὲν
ἔστω
ἀθάνατος͵ οἱ
δὲ
προαπίτωσαν
αὐτοῦ μάτην
ἐπιχανόντες.
ΕΡΜΗΣ
[2]
Γελοῖα
πείσονται͵
πανοῦργοι
ὄντες.
ΠΛΟΥΤΩΝ
Πολλὰ
κἀκεῖνος εὖ
μάλα
διαβουκολεῖ
αὐτοὺς καὶ ἐλπίζει͵
καὶ ὅλως αἰεὶ
θανέοντι
ἐοικὼς ἔρρωται
πολὺ μᾶλλον
τῶν νέων. οἱ δὲ
ἤδη τὸν κλῆρον
ἐν σφίσι
διῃρημένοι
βόσκονται
ζωὴν μακαρίαν
πρὸς ἑαυτοὺς
τιθέντες.
Οὐκοῦν ὁ μὲν
ἀποδυσάμενος
τὸ γῆρας ὥσπερ
Ἰόλεως
ἀνηβησάτω͵ οἱ
δὲ ἀπὸ μέσων
τῶν ἐλπίδων
τὸν
ὀνειροποληθέντα
πλοῦτον ἀπολιπόντες
ἡκέτωσαν ἤδη
κακοὶ κακῶς
ἀποθανόντες.
ΕΡΜΗΣ
Ἀμέλησον͵
ὦ Πλούτων·
μετελεύσομαι
γάρ σοι ἤδη
αὐτοὺς καθ΄ ἕνα
ἑξῆς· ἑπτὰ δέ͵
οἶμαι͵ εἰσί.
ΠΛΟΥΤΩΝ
Κατάσπα͵
ὁ δὲ
παραπέμψει
ἕκαστον ἀντὶ
γέροντος
αὖθις
πρωθήβης
γενόμενος.
16(6)
ΤΕΡΨΙΩΝΟΣ ΚΑΙ
ΠΛΟΥΤΩΝΟΣ
[1] ΤΕΡΨΙΩΝ
Τοῦτο͵
ὦ Πλούτων͵
δίκαιον͵ ἐμὲ
μὲν τεθνάναι
τριάκοντα ἔτη
γεγονότα͵ τὸν
δὲ ὑπὲρ τὰ
ἐνενήκοντα
γέροντα
Θούκριτον ζῆν
ἔτι;
ΠΛΟΥΤΩΝ
Δικαιότατον
μὲν οὖν͵ ὦ
Τερψίων͵ εἴ γε
ὁ μὲν ζῇ μηδένα
εὐχόμενος
ἀποθανεῖν τῶν
φίλων͵ σὺ δὲ
παρὰ πάντα τὸν
χρόνον
ἐπεβούλευες
αὐτῷ
περιμένων τὸν
κλῆρον.
ΤΕΡΨΙΩΝ
Οὐ
γὰρ ἐχρῆν
γέροντα ὄντα
καὶ μηκέτι
χρήσασθαι τῷ
πλούτῳ αὐτὸν
δυνάμενον
ἀπελθεῖν τοῦ
βίου
παραχωρήσαντα
τοῖς νέοις;
ΠΛΟΥΤΩΝ
Καινά͵
ὦ Τερψίων͵
νομοθετεῖς͵
τὸν μηκέτι τῷ
πλούτῳ
χρήσασθαι
δυνάμενον
πρὸς ἡδονὴν
ἀποθνήσκειν·
τὸ δὲ ἄλλως ἡ
Μοῖρα καὶ ἡ
φύσις
διέταξεν.
ΤΕΡΨΙΩΝ
[2]
Οὐκοῦν ταύτης
αἰτιῶμαι τῆς
διατάξεως·
ἐχρῆν γὰρ τὸ
πρᾶγμα ἑξῆς
πως γίνεσθαι͵
τὸν
πρεσβύτερον
πρότερον καὶ
μετὰ τοῦτον
ὅστις καὶ τῇ
ἡλικίᾳ μετ΄
αὐτόν͵
ἀναστρέφεσθαι
δὲ μηδαμῶς͵
μηδὲ ζῆν μὲν
τὸν ὑπέργηρων
ὀδόντας τρεῖς
ἔτι λοιποὺς ἔχοντα͵
μόγις ὁρῶντα͵
οἰκέταις γε
τέτταρσιν
ἐπικεκυφότα͵
κορύζης μὲν
τὴν ῥῖνα͵
λήμης δὲ τοὺς
ὀφθαλμοὺς μεστὸν
ὄντα͵ οὐδὲν
ἔτι ἡδὺ
εἰδότα͵
ἔμψυχόν τινα
τάφον ὑπὸ τῶν
νέων
καταγελώμενον͵
ἀποθνήσκειν
δὲ καλλίστους
καὶ
ἐρρωμενεστάτους
νεανίσκους· ἄνω
γὰρ ποταμῶν
τοῦτό γε· ἢ τὸ
τελευταῖον
εἰδέναι γε
ἐχρῆν͵ πότε
καὶ τεθνήξεται
τῶν γερόντων
ἕκαστος͵ ἵνα
μὴ μάτην ἂν
ἐνίους
ἐθεράπευον.
νῦν δὲ τὸ τῆς
παροιμίας͵ ἡ
ἅμαξα τὸν βοῦν
πολλάκις
ἐκφέρει.
ΠΛΟΥΤΩΝ
[3]
Ταῦτα μέν͵ ὦ
Τερψίων͵ πολὺ
συνετώτερα
γίνεται ἤπερ
σοὶ δοκεῖ. καὶ
ὑμεῖς δὲ τί
παθόντες
ἀλλοτρίοις
ἐπιχαίνετε
καὶ τοῖς ἀτέκνοις
τῶν γερόντων
εἰσποιεῖτε
φέροντες αὑτούς;
τοιγαροῦν
γέλωτα
ὀφλισκάνετε
πρὸ ἐκείνων κατορυττόμενοι͵
καὶ τὸ πρᾶγμα
τοῖς πολλοῖς
ἥδιστον
γίνεται· ὅσῳ
γὰρ ὑμεῖς
ἐκείνους
ἀποθανεῖν
εὔχεσθε͵
τοσούτῳ
ἅπασιν ἡδὺ
προαποθανεῖν
ὑμᾶς αὐτῶν.
καινὴν γάρ
τινα ταύτην
τὴν τέχνην
ἐπινενοήκατε
γραῶν καὶ
γερόντων ἐρῶντες͵
καὶ μάλιστα εἰ
ἄτεκνοι εἶεν͵
οἱ δὲ ἔντεκνοι
ὑμῖν
ἀνέραστοι.
καίτοι πολλοὶ
ἤδη τῶν ἐρωμένων
συνέντες ὑμῶν
τὴν
πανουργίαν
τοῦ ἔρωτος͵ ἢν
καὶ τύχωσι
παῖδας ἔχοντες͵
μισεῖν αὐτοὺς
πλάττονται͵
ὡς καὶ αὐτοὶ
ἐραστὰς
ἔχωσιν· εἶτα
ἐν ταῖς
διαθήκαις
ἀπεκλείσθησαν
μὲν οἱ πάλαι
δορυφορήσαντες͵
ὁ δὲ παῖς καὶ ἡ
φύσις͵ ὥσπερ
ἐστὶ δίκαιον͵
κρατοῦσι πάντων͵
οἱ δὲ
ὑποπρίουσι
τοὺς ὀδόντας
ἀπομυγέντες.
ΤΕΡΨΙΩΝ
[4]
Ἀληθῆ ταῦτα
φῄς· ἐμοῦ γοῦν
Θούκριτος
πόσα
κατέφαγεν ἀεὶ
τεθνήξεσθαι
δοκῶν καὶ
ὁπότε
εἰσίοιμι
ὑποστένων καὶ
μύχιόν τι
καθάπερ ἐξ ᾠοῦ
νεοττὸς
ἀτελὴς ὑποκρώζων
ὥστ΄ ἐμὲ ὅσον
αὐτίκα
οἰόμενον
ἐπιβήσειν
αὐτὸν τῆς
σοροῦ
ἐσπέμπειν τὰ
πολλά͵ ὡς μὴ
ὑπερβάλλοιντό
με οἱ ἀντερασταὶ
τῇ
μεγαλοδωρεᾷ͵
καὶ τὰ πολλὰ
ὑπὸ φροντίδων ἄγρυπνος
ἐκείμην
ἀριθμῶν
ἕκαστα καὶ
διατάττων.
ταῦτα γοῦν μοι
καὶ τοῦ
ἀποθανεῖν
αἴτια γεγένηται͵
ἀγρυπνία καὶ
φροντίδες· ὁ
δὲ τοσοῦτόν
μοι δέλεαρ
καταπιὼν
ἐφειστήκει
θαπτομένῳ
πρῴην ἐπιγελῶν.
ΠΛΟΥΤΩΝ
[5] Εὖ γε͵
ὦ Θούκριτε͵
ζῴης ἐπὶ
μήκιστον
πλουτῶν ἅμα καὶ
τῶν τοιούτων
καταγελῶν͵
μηδὲ πρότερόν
γε σὺ ἀποθάνοις
ἢ προπέμψας
πάντας τοὺς
κόλακας.
ΤΕΡΨΙΩΝ
Τοῦτο
μέν͵ ὦ
Πλούτων͵ καὶ
ἐμοὶ ἥδιστον
ἤδη͵ εἰ καὶ
Χαροιάδης
προτεθνήξεται
Θουκρίτου.
ΠΛΟΥΤΩΝ
Θάρρει͵
ὦ Τερψίων· καὶ
Φείδων γὰρ καὶ
Μέλανθος καὶ
ὅλως ἅπαντες
προελεύσονται
αὐτοῦ ὑπὸ ταῖς
αὐταῖς φροντίσιν.
ΤΕΡΨΙΩΝ
Ἐπαινῶ
ταῦτα. ζῴης ἐπὶ
μήκιστον͵ ὦ
Θούκριτε.
17(7)
ΖΗΝΟΦΑΝΤΟΥ ΚΑΙ
ΚΑΛΛΙΔΗΜΙΔΟΥ
[1] ΖΗΝΟΦΑΝΤΟΣ
Σὺ
δὲ͵ ὦ
Καλλιδημίδη͵
πῶς ἀπέθανες;
ἐγὼ μὲν γὰρ ὅτι
παράσιτος ὢν
Δεινίου πλέον
τοῦ ἱκανοῦ
ἐμφαγὼν
ἀπεπνίγην͵
οἶσθα· παρῆς
γὰρ
ἀποθνήσκοντί μοι.
ΚΑΛΛΙΔΗΜΙΔΗΣ
Παρῆν͵
ὦ Ζηνόφαντε·
τὸ δὲ ἐμὸν
παράδοξόν τι
ἐγένετο. οἶσθα
γὰρ καὶ σύ που
Πτοιόδωρον
τὸν γέροντα;
ΖΗΝΟΦΑΝΤΟΣ
Τὸν
ἄτεκνον͵ τὸν
πλούσιον͵ ᾧ σε
τὰ πολλὰ ᾔδειν
συνόντα.
ΚΑΛΛΙΔΗΜΙΔΗΣ
Ἐκεῖνον
αὐτὸν ἀεὶ
ἐθεράπευον
ὑπισχνούμενον
ἐπ΄ ἐμοὶ
τεθνήξεσθαι.
ἐπεὶ δὲ τὸ
πρᾶγμα εἰς
μήκιστον
ἐπεγίνετο καὶ
ὑπὲρ τὸν
Τιθωνὸν ὁ
γέρων ἔζη͵ ἐπίτομόν
τινα ὁδὸν ἐπὶ
τὸν κλῆρον
ἐξηῦρον· πριάμενος
γὰρ φάρμακον
ἀνέπεισα τὸν οἰνοχόον͵
ἐπειδὰν
τάχιστα ὁ
Πτοιόδωρος
αἰτήσῃ πιεῖν͵
πίνει δὲ
ἐπιεικῶς
ζωρότερονἐμβαλόντα
εἰς κύλικα
ἕτοιμον ἔχειν
αὐτὸ καὶ
ἐπιδοῦναι αὐτῷ·
εἰ δὲ τοῦτο
ποιήσει͵
ἐλεύθερον
ἐπωμοσάμην ἀφήσειν
αὐτόν.
ΖΗΝΟΦΑΝΤΟΣ
Τί
οὖν ἐγένετο;
πάνυ γάρ τι
παράδοξον
ἐρεῖν ἔοικας.
ΚΑΛΛΙΔΗΜΙΔΗΣ
[2]
Ἐπεὶ τοίνυν
λουσάμενοι
ἥκομεν͵ δύο δὴ
ὁ μειρακίσκος
κύλικας
ἑτοίμους ἔχων
τὴν μὲν τῷ
Πτοιοδώρῳ τὴν
ἔχουσαν τὸ
φάρμακον͵ τὴν
δὲ ἑτέραν
ἐμοί͵ σφαλεὶς
οὐκ οἶδ΄ ὅπως
ἐμοὶ μὲν τὸ
φάρμακον͵ Πτοιοδώρῳ
δὲ τὸ
ἀφάρμακτον
ἔδωκεν· εἶτα ὁ
μὲν ἔπινεν͵
ἐγὼ δὲ αὐτίκα
μάλα ἐκτάδην
ἐκείμην ὑποβολιμαῖος
ἀντ΄ ἐκείνου
νεκρός. τί
τοῦτο γελᾷς͵ ὦ
Ζηνόφαντε;
καὶ μὴν οὐκ
ἔδει γε ἑταίρῳ
ἀνδρὶ ἐπιγελᾶν.
ΖΗΝΟΦΑΝΤΟΣ
Ἀστεῖα
γάρ͵ ὦ
Καλλιδημίδη͵
πέπονθας. ὁ
γέρων δὲ τί
πρὸς ταῦτα; ΚΑΛΛΙΔΗΜΙΔΗΣ
Πρῶτον
μὲν ὑπεταράχθη
πρὸς τὸ
αἰφνίδιον͵
εἶτα συνείς͵
οἶμαι͵ τὸ γεγενημένον
ἐγέλα καὶ
αὐτός͵ οἷά γε
ὁ οἰνοχόος εἴργασται.
ΖΗΝΟΦΑΝΤΟΣ
Πλὴν
ἀλλ΄ οὐδὲ σὲ
τὴν ἐπίτομον
ἐχρῆν
τραπέσθαι·
ἧκε γὰρ ἄν σοι
διὰ τῆς
λεωφόρου
ἀσφαλέστερον͵
εἰ καὶ ὀλίγῳ
βραδύτερος ἦν.
18(8)
ΚΝΗΜΩΝΟΣ ΚΑΙ
ΔΑΜΝΙΠΠΟΥ
[1] ΚΝΗΜΩΝ
Τοῦτο
ἐκεῖνο τὸ τῆς
παροιμίας· ὁ
νεβρὸς τὸν λέοντα.
ΔΑΜΝΙΠΠΟΣ
Τί
ἀγανακτεῖς͵ ὦ
Κνήμων;
ΚΝΗΜΩΝ
Πυνθάνῃ
ὅ τι ἀγανακτῶ;
κληρονόμον
ἀκούσιον καταλέλοιπα
κατασοφισθεὶς
ἄθλιος͵ οὓς
ἐβουλόμην ἂν
μάλιστα σχεῖν
τἀμὰ
παραλιπών.
ΔΑΜΝΙΠΠΟΣ
Πῶς
τοῦτο
ἐγένετο;
ΚΝΗΜΩΝ
Ἑρμόλαον
τὸν πάνυ
πλούσιον
ἄτεκνον ὄντα
ἐθεράπευον
ἐπὶ θανάτῳ͵
κἀκεῖνος οὐκ
ἀηδῶς τὴν
θεραπείαν
προσίετο.
ἔδοξε δή μοι
καὶ σοφὸν
τοῦτο εἶναι͵
θέσθαι
διαθήκας εἰς
τὸ φανερόν͵ ἐν
αἷς ἐκείνῳ
καταλέλοιπα
τἀμὰ πάντα͵ ὡς
κἀκεῖνος
ζηλώσειεν καὶ
τὰ αὐτὰ
πράξειεν.
ΔΑΜΝΙΠΠΟΣ
Τί
οὖν δὴ
ἐκεῖνος;
ΚΝΗΜΩΝ
Ὅ τι
μὲν αὐτὸς
ἐνέγραψεν
ταῖς ἑαυτοῦ
διαθήκαις οὐκ
οἶδα· ἐγὼ γοῦν
ἄφνω ἀπέθανον
τοῦ τέγους μοι ἐπιπεσόντος͵
καὶ νῦν
Ἑρμόλαος ἔχει
τἀμὰ ὥσπερ τις
λάβραξ καὶ τὸ
ἄγκιστρον τῷ
δελέατι συγκατασπάσας.
ΔΑΜΝΙΠΠΟΣ
Οὐ
μόνον͵ ἀλλὰ
καὶ αὐτόν σε
τὸν ἁλιέα·
ὥστε τὸ σόφισμα
κατὰ σαυτοῦ
συντέθεικας.
ΚΝΗΜΩΝ
Ἔοικα·
οἰμώζω
τοιγαροῦν.
19(9)
ΣΙΜΥΛΟΥ ΚΑΙ
ΠΟΛΥΣΤΡΑΤΟΥ
[1] ΣΙΜΥΛΟΣ
῞Ηκεις
ποτέ͵ ὦ
Πολύστρατε͵
καὶ σὺ παρ΄
ἡμᾶς ἔτη οἶμαι
οὐ πολὺ ἀποδέοντα
τῶν ἑκατὸν
βεβιωκώς;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Ὀκτὼ
ἐπὶ τοῖς
ἐνενήκοντα͵ ὦ
Σιμύλε.
ΣΙΜΥΛΟΣ
Πῶς
δαὶ τὰ μετ΄ ἐμὲ
ταῦτα ἐβίως
τριάκοντα;
ἐγὼ γὰρ ἀμφὶ
τὰ
ἑβδομήκοντά
σου ὄντος
ἀπέθανον.
ΠΟΛΥΣΤΡΑΤΟΣ
Ὑπερήδιστα͵
εἰ καί σοι
παράδοξον
τοῦτο δόξει.
ΣΙΜΥΛΟΣ
Παράδοξον͵
εἰ γέρων τε καὶ
ἀσθενὴς
ἄτεκνός τε
προσέτι ἥδεσθαι
τοῖς ἐν τῷ βίῳ
ἐδύνασο.
ΠΟΛΥΣΤΡΑΤΟΣ
[2] Τὸ
μὲν πρῶτον
ἅπαντα
ἐδυνάμην· ἔτι
καὶ παῖδες ὡραῖοι
ἦσαν πολλοὶ
καὶ γυναῖκες
ἁβρόταται καὶ μύρα
καὶ οἶνος
ἀνθοσμίας καὶ
τράπεζα ὑπὲρ
τὰς ἐν Σικελίᾳ.
ΣΙΜΥΛΟΣ
Καινὰ
ταῦτα· ἐγὼ γάρ
σε πάνυ
φειδόμενον
ἠπιστάμην.
ΠΟΛΥΣΤΡΑΤΟΣ
Ἀλλ΄
ἐπέρρει μοι͵ ὦ
γενναῖε͵ παρὰ
ἄλλων τὰ ἀγαθά·
καὶ ἕωθεν μὲν
εὐθὺς ἐπὶ
θύρας ἐφοίτων
μάλα πολλοί͵
μετὰ δὲ
παντοῖά μοι
δῶρα
προσήγετο
ἁπανταχόθεν
τῆς γῆς τὰ
κάλλιστα.
ΣΙΜΥΛΟΣ
Ἐτυράννησας͵
ὦ Πολύστρατε͵
μετ΄ ἐμέ;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Οὔκ͵
ἀλλ΄ ἐραστὰς
εἶχον μυρίους.
ΣΙΜΥΛΟΣ
Ἐγέλασα·
ἐραστὰς σὺ
τηλικοῦτος
ὤν͵ ὀδόντας τέτταρας
ἔχων;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Νὴ
Δία͵ τοὺς
ἀρίστους γε
τῶν ἐν τῇ
πόλει· καὶ γέροντά
με καὶ
φαλακρόν͵ ὡς
ὁρᾷς͵ ὄντα καὶ
λημῶντα
προσέτι καὶ
κορυζῶντα
ὑπερήδοντο
θεραπεύοντες͵
καὶ μακάριος
ἦν αὐτῶν
ὅντινα ἂν καὶ
μόνον
προσέβλεψα.
ΣΙΜΥΛΟΣ
Μῶν
καὶ σύ τινα
ὥσπερ ὁ Φάων
τὴν Ἀφροδίτην
ἐκ Χίου
διεπόρθμευσας͵
εἶτά σοι
εὐξαμένῳ
ἔδωκεν νέον
εἶναι καὶ
καλὸν ἐξ
ὑπαρχῆς καὶ
ἀξιέραστον;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Οὔκ͵
ἀλλὰ τοιοῦτος
ὢν
περιπόθητος
ἦν.
ΣΙΜΥΛΟΣ
Αἰνίγματα
λέγεις.
ΠΟΛΥΣΤΡΑΤΟΣ
[3] Καὶ
μὴν πρόδηλός
γε ὁ ἔρως
οὑτοσὶ πολὺς
ὢν ὁ περὶ τοὺς
ἀτέκνους καὶ
πλουσίους
γέροντας.
ΣΙΜΥΛΟΣ
Νῦν
μανθάνω σου τὸ
κάλλος͵ ὦ
θαυμάσιε͵ ὅτι
παρὰ τῆς
χρυσῆς
Ἀφροδίτης ἦν.
ΠΟΛΥΣΤΡΑΤΟΣ
Ἀτάρ͵
ὦ Σιμύλε͵ οὐκ
ὀλίγα τῶν
ἐραστῶν
ἀπολέλαυκα
μονονουχὶ
προσκυνούμενος
ὑπ΄ αὐτῶν· καὶ
ἐθρυπτόμην δὲ
πολλάκις καὶ
ἀπέκλειον
αὐτῶν τινας ἐνίοτε͵
οἱ δὲ
ἡμιλλῶντο καὶ
ἀλλήλους
ὑπερεβάλλοντο
ἐν τῇ περὶ ἐμὲ
φιλοτιμίᾳ.
ΣΙΜΥΛΟΣ
Τέλος
δ΄ οὖν πῶς
ἐβουλεύσω
περὶ τῶν
κτημάτων;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Εἰς
τὸ φανερὸν μὲν
ἕκαστον αὐτῶν
κληρονόμον ἀπολιπεῖν
ἔφασκον͵ ὁ δ΄
ἐπίστευέν τε
ἂν καὶ κολακευτικώτερον
παρεσκεύαζεν
αὑτόν͵ ἄλλας
δὲ τὰς ἀληθεῖς
διαθήκας
ἐκείνας ἔχων
κατέλιπον
οἰμώζειν
ἅπασι φράσας.
ΣΙΜΥΛΟΣ
[4] Τίνα
δὲ αἱ
τελευταῖαι
τὸν
κληρονόμον
ἔσχον; ἦ πού τινα
τῶν ἀπὸ τοῦ
γένους;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Οὐ μὰ
Δία͵ ἀλλὰ
νεώνητόν τινα
τῶν μειρακίων
τῶν ὡραίων
Φρύγα.
ΣΙΜΥΛΟΣ
Ἀμφὶ
πόσα ἔτη͵ ὦ
Πολύστρατε;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Σχεδὸν
ἀμφὶ τὰ εἴκοσι.
ΣΙΜΥΛΟΣ
῎Ηδη
μανθάνω ἅτινά
σοι ἐκεῖνος
ἐχαρίζετο.
ΠΟΛΥΣΤΡΑΤΟΣ
Πλὴν
ἀλλὰ πολὺ
ἐκείνων
ἀξιώτερος
κληρονομεῖν͵
εἰ καὶ
βάρβαρος ἦν
καὶ ὄλεθρος͵
ὃν ἤδη καὶ
αὐτῶν οἱ
ἄριστοι
θεραπεύουσιν.
ἐκεῖνος
τοίνυν ἐκληρονόμησέ
μου καὶ νῦν ἐν
τοῖς
εὐπατρίδαις
ἀριθμεῖται
ὑπεξυρημένος
μὲν τὸ γένειον
καὶ βαρβαρίζων͵
Κόδρου δὲ
εὐγενέστερος
καὶ Νιρέως καλλίων
καὶ Ὀδυσσέως
συνετώτερος
λεγόμενος εἶναι.
ΣΙΜΥΛΟΣ
Οὔ
μοι μέλει· καὶ
στρατηγησάτω
τῆς Ἑλλάδος͵
εἰ δοκεῖ͵
ἐκεῖνοι δὲ μὴ
κληρονομείτωσαν
μόνον.
20([1]0)
ΧΑΡΩΝΟΣ ΚΑΙ
ΕΡΜΟΥ
Ἀκούσατε
ὡς ἔχει ὑμῖν
τὰ πράγματα.
μικρὸν μὲν
ὑμῖν͵ ὡς
ὁρᾶτε͵ τὸ
σκαφίδιον καὶ
ὑπόσαθρόν
ἐστιν καὶ
διαρρεῖ τὰ πολλά͵
καὶ ἢν τραπῇ
ἐπὶ θάτερα͵
οἰχήσεται
περιτραπέν͵
ὑμεῖς δὲ
τοσοῦτοι ἅμα
ἥκετε πολλὰ
ἐπιφερόμενοι
ἕκαστος. ἢν οὖν
μετὰ τούτων
ἐμβῆτε͵ δέδια
μὴ ὕστερον
μετανοήσητε͵
καὶ μάλιστα
ὁπόσοι νεῖν
οὐκ ἐπίστασθε.
ΕΡΜΗΣ
Πῶς
οὖν
ποιήσαντες
εὐπλοήσομεν;
ΧΑΡΩΝ
Ἐγὼ
ὑμῖν φράσω·
γυμνοὺς
ἐπιβαίνειν
χρὴ τὰ περιττὰ
ταῦτα πάντα
ἐπὶ τῆς ἠϊόνος
καταλιπόντας·
μόλις γὰρ ἂν
καὶ οὕτως
δέξαιτο ὑμᾶς
τὸ πορθμεῖον. σοὶ
δέ͵ ὦ Ἑρμῆ͵
μελήσει τὸ ἀπὸ
τούτου μηδένα
παραδέχεσθαι
αὐτῶν͵ ὃς ἂν
μὴ ψιλὸς ᾖ καὶ
τὰ ἔπιπλα͵
ὥσπερ ἔφην͵
ἀποβαλών. παρὰ
δὲ τὴν
ἀποβάθραν
ἑστὼς
διαγίνωσκε
αὐτοὺς καὶ
ἀναλάμβανε
γυμνοὺς
ἐπιβαίνειν
ἀναγκάζων.
ΕΡΜΗΣ
[2] Εὖ
λέγεις͵ καὶ
οὕτω
ποιήσωμεν.
Οὑτοσὶ τίς ὁ
πρῶτός ἐστιν;
ΜΕΝΙΠΠΟΣ
Μένιππος
ἔγωγε. ἀλλ΄
ἰδοὺ ἡ πήρα
μοι͵ ὦ Ἑρμῆ͵ καὶ
τὸ βάκτρον εἰς
τὴν λίμνην
ἀπερρίφθων͵
τὸν τρίβωνα δὲ
οὐδὲ ἐκόμισα
εὖ ποιῶν.
ΕΡΜΗΣ
Ἔμβαινε͵
ὦ Μένιππε
ἀνδρῶν
ἄριστε͵ καὶ
τὴν προεδρίαν
ἔχε παρὰ τὸν
κυβερνήτην
ἐφ΄ ὑψηλοῦ͵ ὡς
ἐπισκοπῇς
ἅπαντας. [3] ὁ
καλὸς δ΄ οὗτος
τίς ἐστιν;
ΧΑΡΜΟΛΕΩΣ
Χαρμόλεως
ὁ Μεγαρικὸς
ἐπέραστος͵ οὗ
τὸ φίλημα διτάλαντον
ἦν.
ΕΡΜΗΣ
Ἀπόδυθι
τοιγαροῦν τὸ
κάλλος καὶ τὰ
χείλη αὐτοῖς
φιλήμασι καὶ
τὴν κόμην τὴν
βαθεῖαν καὶ τὸ
ἐπὶ τῶν
παρειῶν
ἐρύθημα καὶ τὸ
δέρμα ὅλον.
ἔχει καλῶς͵
εὔζωνος εἶ͵
ἐπίβαινε ἤδη.
[4] ὁ δὲ
τὴν πορφυρίδα
οὑτοσὶ καὶ τὸ
διάδημα ὁ βλοσυρὸς
τίς ὢν
τυγχάνεις;
ΛΑΜΠΙΧΟΣ
Λάμπιχος
Γελῴων
τύραννος.
ΕΡΜΗΣ
Τί
οὖν͵ ὦ
Λάμπιχε͵
τοσαῦτα ἔχων
πάρει;
ΛΑΜΠΙΧΟΣ
Τί
οὖν; ἐχρῆν͵ ὦ
Ἑρμῆ͵ γυμνὸν
ἥκειν
τύραννον ἄνδρα;
ΕΡΜΗΣ
Τύραννον
μὲν οὐδαμῶς͵
νεκρὸν δὲ
μάλα· ὥστε ἀπόθου
ταῦτα.
ΛΑΜΠΙΧΟΣ
Ἰδού
σοι ὁ πλοῦτος
ἀπέρριπται.
ΕΡΜΗΣ
Καὶ
τὸν τῦφον
ἀπόρριψον͵ ὦ
Λάμπιχε͵ καὶ
τὴν ὑπεροψίαν·
βαρήσει γὰρ τὸ
πορθμεῖον
συνεμπεσόντα.
ΛΑΜΠΙΧΟΣ
Οὐκοῦν
ἀλλὰ τὸ
διάδημα ἔασόν
με ἔχειν καὶ
τὴν ἐφεστρίδα.
ΕΡΜΗΣ
Οὐδαμῶς͵
ἀλλὰ καὶ ταῦτα
ἄφες.
ΛΑΜΠΙΧΟΣ
Εἶεν.
τί ἔτι; πᾶν γὰρ
ἀφῆκα͵ ὡς
ὁρᾷς.
ΕΡΜΗΣ
Καὶ
τὴν ὠμότητα
καὶ τὴν ἄνοιαν
καὶ τὴν ὕβριν
καὶ τὴν ὀργήν͵
καὶ ταῦτα ἄφες.
ΛΑΜΠΙΧΟΣ
Ἰδού
σοι ψιλός εἰμι.
ΕΡΜΗΣ
[5]
Ἔμβαινε ἤδη. σὺ
δὲ ὁ παχύς͵ ὁ
πολύσαρκος
τίς ὢν
τυγχάνεις;
ΔΑΜΑΣΙΑΣ
Δαμασίας
ὁ ἀθλητής.
ΕΡΜΗΣ
Ναί͵
ἔοικας· οἶδα
γάρ σε
πολλάκις ἐν
ταῖς παλαίστραις
ἰδών.
ΔΑΜΑΣΙΑΣ
Ναί͵
ὦ Ἑρμῆ· ἀλλὰ
παράδεξαί με
γυμνὸν ὄντα.
ΕΡΜΗΣ
Οὐ
γυμνόν͵ ὦ
βέλτιστε͵
τοσαύτας
σάρκας
περιβεβλημένον·
ὥστε ἀπόδυθι
αὐτάς͵ ἐπεὶ
καταδύσεις τὸ
σκάφος τὸν ἕτερον
πόδα ὑπερθεὶς
μόνον· ἀλλὰ
καὶ τοὺς
στεφάνους
τούτους
ἀπόρριψον καὶ
τὰ κηρύγματα.
ΔΑΜΑΣΙΑΣ
Ἰδού
σοι γυμνός͵ ὡς
ὁρᾷς͵ ἀληθῶς
εἰμι καὶ ἰσοστάσιος
τοῖς ἄλλοις
νεκροῖς.
ΕΡΜΗΣ
[6]
Οὕτως ἄμεινον
ἀβαρῆ εἶναι·
ὥστε ἔμβαινε.
καὶ σὺ τὸν
πλοῦτον
ἀποθέμενος͵ ὦ
Κράτων͵ καὶ
τὴν μαλακίαν
δὲ προσέτι καὶ
τὴν τρυφὴν μηδὲ
τὰ ἐντάφια
κόμιζε μηδὲ τὰ
τῶν προγόνων
ἀξιώματα͵
κατάλιπε δὲ
καὶ γένος καὶ
δόξαν καὶ εἴ ποτέ
σε ἡ πόλις
ἀνεκήρυξεν
καὶ τὰς τῶν
ἀνδριάντων ἐπιγραφάς͵
μηδὲ ὅτι μέγαν
τάφον ἐπί σοι
ἔχωσαν λέγε·
βαρύνει γὰρ καὶ
ταῦτα
μνημονευόμενα.
ΚΡΑΤΩΝ
Οὐχ
ἑκὼν μέν͵
ἀπορρίψω δέ·
τί γὰρ ἂν καὶ
πάθοιμι;
ΕΡΜΗΣ
[7]
βαβαί. σὺ δὲ ὁ
ἔνοπλος τί
βούλει; ἢ τί τὸ
τρόπαιον
τοῦτο φέρεις;
ΣΤΡΑΤΗΓΟΣ
Ὅτι
ἐνίκησα͵ ὦ
Ἑρμῆ͵ καὶ
ἠρίστευσα καὶ
ἡ πόλις
ἐτίμησέν με.
ΕΡΜΗΣ
Ἄφες
ὑπὲρ γῆς τὸ
τρόπαιον· ἐν
ᾅδου γὰρ
εἰρήνη καὶ
οὐδὲν ὅπλων
δεήσει.
[8] ὁ
σεμνὸς δὲ
οὗτος ἀπό γε
τοῦ σχήματος
καὶ βρενθυόμενος͵
ὁ τὰς ὀφρῦς
ἐπηρκώς͵ ὁ ἐπὶ
τῶν φροντίδων
τίς ἐστιν͵ ὁ
τὸν βαθὺν
πώγωνα
καθειμένος;
ΜΕΝΙΠΠΟΣ
Φιλόσοφός
τις͵ ὦ Ἑρμῆ͵
μᾶλλον δὲ γόης
καὶ τερατείας
μεστός· ὥστε
ἀπόδυσον καὶ
τοῦτον· ὄψει
γὰρ πολλὰ καὶ
γελοῖα ὑπὸ τῷ
ἱματίῳ
σκεπόμενα.
ΕΡΜΗΣ
Κατάθου
σὺ τὸ σχῆμα
πρῶτον͵ εἶτα
καὶ ταυτὶ πάντα.
ὦ Ζεῦ͵ ὅσην μὲν
τὴν
ἀλαζονείαν
κομίζει͵ ὅσην
δὲ ἀμαθίαν καὶ
ἔριν καὶ
κενοδοξίαν
καὶ ἐρωτήσεις
ἀπόρους καὶ λόγους
ἀκανθώδεις
καὶ ἐννοίας
πολυπλόκους͵
ἀλλὰ καὶ
ματαιοπονίαν
μάλα πολλὴν
καὶ λῆρον οὐκ ὀλίγον
καὶ ὕθλους καὶ
μικρολογίαν͵
νὴ Δία καὶ χρυσίον
γε τουτὶ καὶ
ἡδυπάθειαν δὲ
καὶ ἀναισχυντίαν
καὶ ὀργὴν καὶ
τρυφὴν καὶ
μαλακίαν· οὐ
λέληθεν γάρ
με͵ εἰ καὶ μάλα
περικρύπτεις
αὐτά. καὶ τὸ
ψεῦδος δὲ
ἀπόθου καὶ τὸν τῦφον
καὶ τὸ οἴεσθαι
ἀμείνων εἶναι
τῶν ἄλλων· ὡς
εἴ γε ταῦτα
πάντα ἔχων
ἐμβαίης͵ ποία
πεντηκόντορος
δέξαιτο ἄν σε;
ΦΙΛΟΣΟΦΟΣ
Ἀποτίθεμαι
τοίνυν αὐτά͵
ἐπείπερ οὕτω
κελεύεις.
ΜΕΝΙΠΠΟΣ
[9]
Ἀλλὰ καὶ τὸν
πώγωνα τοῦτον
ἀποθέσθω͵ ὦ
Ἑρμῆ͵ βαρύν τε
ὄντα καὶ
λάσιον͵ ὡς
ὁρᾷς· πέντε
μναῖ τριχῶν
εἰσι
τοὐλάχιστον.
ΕΡΜΗΣ
Εὖ
λέγεις·
ἀπόθου καὶ
τοῦτον.
ΦΙΛΟΣΟΦΟΣ
Καὶ
τίς ὁ
ἀποκείρων
ἔσται;
ΕΡΜΗΣ
Μένιππος
οὑτοσὶ λαβὼν
πέλεκυν τῶν
ναυπηγικῶν
ἀποκόψει
αὐτὸν ἐπικόπῳ
τῇ ἀποβάθρᾳ
χρησάμενος.
ΜΕΝΙΠΠΟΣ
Οὔκ͵
ὦ Ἑρμῆ͵ ἀλλὰ
πρίονά μοι
ἀνάδος·
γελοιότερον
γὰρ τοῦτο.
ΕΡΜΗΣ
Ὁ
πέλεκυς
ἱκανός. εὖ γε.
ἀνθρωπινώτερος
νῦν ἀναπέφηνας
ἀποθέμενος
σαυτοῦ τὴν
κινάβραν.
ΜΕΝΙΠΠΟΣ
Βούλει
μικρὸν ἀφέλωμαι
καὶ τῶν
ὀφρύων;
ΕΡΜΗΣ
Μάλιστα·
ὑπὲρ τὸ
μέτωπον γὰρ
καὶ ταύτας
ἐπῆρκεν͵ οὐκ
οἶδα ἐφ΄ ὅτῳ
ἀνατείνων
ἑαυτόν. τί
τοῦτο; καὶ
δακρύεις͵ ὦ
κάθαρμα͵ καὶ
πρὸς θάνατον
ἀποδειλιᾷς;
ἔμβηθι δ΄ οὖν.
ΜΕΝΙΠΠΟΣ
Ἓν
ἔτι τὸ
βαρύτατον ὑπὸ
μάλης ἔχει.
ΕΡΜΗΣ
Τί͵ ὦ
Μένιππε;
ΜΕΝΙΠΠΟΣ
Κολακείαν͵
ὦ Ἑρμῆ͵ πολλὰ
ἐν τῷ βίῳ
χρησιμεύσασαν
αὐτῷ.
ΦΙΛΟΣΟΦΟΣ
Οὐκοῦν
καὶ σύ͵ ὦ
Μένιππε͵
ἀπόθου τὴν
ἐλευθερίαν
καὶ παρρησίαν
καὶ τὸ ἄλυπον
καὶ τὸ
γενναῖον καὶ
τὸν γέλωτα·
μόνος γοῦν τῶν
ἄλλων γελᾷς.
ΕΡΜΗΣ
Μηδαμῶς͵
ἀλλὰ καὶ ἔχε ταῦτα͵
κοῦφα γὰρ καὶ
πάνυ εὔφορα
ὄντα καὶ πρὸς
τὸν κατάπλουν
χρήσιμα. [10] καὶ ὁ
ῥήτωρ δὲ σὺ
ἀπόθου τῶν ῥημάτων
τὴν τοσαύτην
ἀπεραντολογίαν
καὶ ἀντιθέσεις
καὶ
παρισώσεις
καὶ περιόδους
καὶ βαρβαρισμοὺς
καὶ τὰ ἄλλα
βάρη τῶν λόγων.
ΡΗΤΩΡ
῍Ην
ἰδού͵
ἀποτίθεμαι.
ΕΡΜΗΣ
Εὖ
ἔχει· ὥστε λύε
τὰ ἀπόγεια͵
τὴν ἀποβάθραν
ἀνελώμεθα͵ τὸ
ἀγκύριον
ἀνεσπάσθω͵
πέτασον τὸ ἱστίον͵
εὔθυνε͵ ὦ
πορθμεῦ͵ τὸ
πηδάλιον· εὖ
πάθωμεν. [11] τί
οἰμώζετε͵ ὦ
μάταιοι͵ καὶ
μάλιστα ὁ
φιλόσοφος σὺ ὁ
ἀρτίως τὸν
πώγωνα
δεδῃωμένος;
ΦΙΛΟΣΟΦΟΣ
Ὅτι͵
ὦ Ἑρμῆ͵
ἀθάνατον ᾤμην
τὴν ψυχὴν
ὑπάρχειν.
ΜΕΝΙΠΠΟΣ
Ψεύδεται·
ἄλλα γὰρ ἔοικε
λυπεῖν αὐτόν.
ΕΡΜΗΣ
Τὰ
ποῖα;
ΜΕΝΙΠΠΟΣ
Ὅτι
μηκέτι
δειπνήσει
πολυτελῆ
δεῖπνα μηδὲ
νύκτωρ ἐξιὼν
ἅπαντας
λανθάνων τῷ
ἱματίῳ τὴν
κεφαλὴν
κατειλήσας
περίεισιν ἐν
κύκλῳ τὰ
χαμαιτυπεῖα͵
καὶ ἕωθεν
ἐξαπατῶν τοὺς
νέους ἐπὶ τῇ
σοφίᾳ ἀργύριον
λήψεται·
ταῦτα λυπεῖ
αὐτόν.
ΦΙΛΟΣΟΦΟΣ
Σὺ
γάρ͵ ὦ
Μένιππε͵ οὐκ
ἄχθῃ
ἀποθανών;
ΜΕΝΙΠΠΟΣ
Πῶς͵
ὃς ἔσπευσα ἐπὶ
τὸν θάνατον
καλέσαντος
μηδενός; [12]
ἀλλὰ μεταξὺ
λόγων οὐ
κραυγή τις
ἀκούεται
ὥσπερ τινῶν
ἀπὸ γῆς
βοώντων;
ΕΡΜΗΣ
Ναί͵
ὦ Μένιππε͵ οὐκ
ἀφ΄ ἑνός γε
χώρου͵ ἀλλ΄ οἱ
μὲν εἰς τὴν
ἐκκλησίαν
συνελθόντες
ἄσμενοι γελῶσι
πάντες ἐπὶ τῷ
Λαμπίχου
θανάτῳ καὶ ἡ
γυνὴ αὐτοῦ
συνέχεται
πρὸς τῶν
γυναικῶν καὶ
τὰ παιδία νεογνὰ
ὄντα ὁμοίως
κἀκεῖνα ὑπὸ
τῶν παίδων
βάλλεται
ἀφθόνοις τοῖς
λίθοις· ἄλλοι
δὲ Διόφαντον
τὸν ῥήτορα
ἐπαινοῦσιν ἐν
Σικυῶνι
ἐπιταφίους
λόγους διεξιόντα
ἐπὶ Κράτωνι
τούτῳ. καὶ νὴ
Δία γε ἡ Δαμασίου
μήτηρ
κωκύουσα
ἐξάρχει τοῦ
θρήνου σὺν γυναιξὶν
ἐπὶ τῷ
Δαμασίᾳ· σὲ δὲ
οὐδείς͵ ὦ
Μένιππε͵ δακρύει͵
καθ΄ ἡσυχίαν
δὲ κεῖσαι
μόνος.
ΜΕΝΙΠΠΟΣ
[13]
Οὐδαμῶς͵ ἀλλ΄
ἀκούσῃ τῶν
κυνῶν μετ΄
ὀλίγον ὠρυομένων
οἴκτιστον ἐπ΄
ἐμοὶ καὶ τῶν
κοράκων τυπτομένων
τοῖς πτεροῖς͵
ὁπόταν
συνελθόντες
θάπτωσί με.
ΕΡΜΗΣ
Γεννάδας
εἶ͵ ὦ Μένιππε.
ἀλλ΄ ἐπεὶ
καταπεπλεύκαμεν
ἡμεῖς͵ ὑμεῖς
μὲν ἄπιτε πρὸς
τὸ
δικαστήριον
εὐθεῖαν
ἐκείνην
προϊόντες͵
ἐγὼ δὲ καὶ ὁ
πορθμεὺς
ἄλλους
μετελευσόμεθα.
ΜΕΝΙΠΠΟΣ
Εὐπλοεῖτε͵
ὦ Ἑρμῆ·
προΐωμεν δὲ
καὶ ἡμεῖς. τί
οὖν ἔτι καὶ
μέλλετε;
δικασθῆναι
δεήσει͵ καὶ
τὰς καταδίκας
φασὶν εἶναι
βαρείας͵
τροχοὺς καὶ
λίθους καὶ
γῦπας·
δειχθήσεται
δὲ ὁ ἑκάστου
βίος.
21(11)
ΚΡΑΤΗΤΟΣ ΚΑΙ
ΔΙΟΓΕΝΟΥΣ
[1] ΚΡΑΤΗΣ
Μοίριχον
τὸν πλούσιον
ἐγίνωσκες͵ ὦ
Διόγενες͵ τὸν
πάνυ
πλούσιον͵ τὸν
ἐκ Κορίνθου͵
τὸν τὰς πολλὰς
ὁλκάδας
ἔχοντα͵ οὗ
ἀνεψιὸς
Ἀριστέας͵
πλούσιος καὶ
αὐτὸς ὤν͵ τὸ
Ὁμηρικὸν
ἐκεῖνο εἰώθει
ἐπιλέγειν͵
ἤ μ΄
ἀνάειρ΄ ἢ ἐγὼ
σέ.
ΔΙΟΓΕΝΗΣ
Τίνος
ἕνεκα͵ ὦ
Κράτης;
ΚΡΑΤΗΣ
Ἐθεράπευον
ἀλλήλους τοῦ
κλήρου ἕνεκα
ἑκάτερος
ἡλικιῶται
ὄντες͵ καὶ τὰς
διαθήκας εἰς
τὸ φανερὸν
ἐτίθεντο͵
Ἀριστέαν μὲν ὁ
Μοίριχος͵ εἰ
προαποθάνοι͵
δεσπότην
ἀφιεὶς τῶν
ἑαυτοῦ
πάντων͵
Μοίριχον δὲ ὁ
Ἀριστέας͵ εἰ
προαπέλθοι
αὐτοῦ. ταῦτα
μὲν
ἐγέγραπτο͵ οἱ
δὲ ἐθεράπευον
ὑπερβαλλόμενοι
ἀλλήλους τῇ
κολακείᾳ. καὶ
οἱ μάντεις͵
εἴτε ἀπὸ τῶν
ἄστρων
τεκμαιρόμενοι
τὸ μέλλον εἴτε
ἀπὸ τῶν
ὀνειράτων͵ ὥς
γε Χαλδαίων
παῖδες͵ ἀλλὰ
καὶ ὁ Πύθιος αὐτὸς
ἄρτι μὲν
Ἀριστέᾳ
παρεῖχε τὸ
κράτος͵ ἄρτι δὲ
Μοιρίχῳ͵ καὶ
τὰ τάλαντα
ποτὲ μὲν ἐπὶ
τοῦτον͵ νῦν δ΄
ἐπ΄ ἐκεῖνον
ἔρρεπε.
ΔΙΟΓΕΝΗΣ
[2] Τί
οὖν πέρας
ἐγένετο͵ ὦ
Κράτης;
ἀκοῦσαι γὰρ ἄξιον.
ΚΡΑΤΗΣ
Ἄμφω
τεθνᾶσιν ἐπὶ
μιᾶς ἡμέρας͵
οἱ δὲ κλῆροι
εἰς Εὐνόμιον
καὶ Θρασυκλέα
περιῆλθον
ἄμφω
συγγενεῖς
ὄντας οὐδὲ πώποτε
προμαντευομένους
οὕτω γενέσθαι
ταῦτα· διαπλέοντες
γὰρ ἀπὸ
Σικυῶνος εἰς
Κίρραν κατὰ μέσον
τὸν πόρον
πλαγίῳ
περιπεσόντες
τῷ Ἰάπυγι ἀνετράπησαν.
ΔΙΟΓΕΝΗΣ
[3] Εὖ
ἐποίησαν.
ἡμεῖς δὲ ὁπότε
ἐν τῷ βίῳ
ἦμεν͵ οὐδὲν
τοιοῦτον
ἐνενοοῦμεν
περὶ ἀλλήλων·
οὔτε πώποτε
ηὐξάμην
Ἀντισθένην
ἀποθανεῖν͵ ὡς
κληρονομήσαιμι
τῆς βακτηρίας
αὐτοῦεἶχεν δὲ
πάνυ καρτερὰν
ἐκ κοτίνου
ποιησάμενοςοὔτε
οἶμαι σὺ ὁ Κράτης
ἐπεθύμεις
κληρονομεῖν
ἀποθανόντος
ἐμοῦ τὰ κτήματα
καὶ τὸν πίθον
καὶ τὴν πήραν
χοίνικας δύο
θέρμων
ἔχουσαν.
ΚΡΑΤΗΣ
Οὐδὲν
γάρ μοι τούτων
ἔδει͵ ἀλλ΄
οὐδὲ σοί͵ ὦ
Διόγενες· ἃ
γὰρ ἐχρῆν͵ σύ
τε
Ἀντισθένους
ἐκληρονόμησας
καὶ ἐγὼ σοῦ͵
πολλῷ μείζω
καὶ σεμνότερα
τῆς Περσῶν
ἀρχῆς.
ΔΙΟΓΕΝΗΣ
Τίνα
ταῦτα φῄς;
ΚΡΑΤΗΣ
Σοφίαν͵
αὐτάρκειαν͵
ἀλήθειαν͵
παρρησίαν͵
ἐλευθερίαν.
ΔΙΟΓΕΝΗΣ
Νὴ
Δία͵ μέμνημαι
τοῦτον
διαδεξάμενος
τὸν πλοῦτον
παρὰ
Ἀντισθένους
καὶ σοὶ ἔτι
πλείω
καταλιπών.
ΚΡΑΤΗΣ
[4]
Ἀλλ΄ οἱ ἄλλοι
ἠμέλουν τῶν
τοιούτων
κτημάτων καὶ
οὐδεὶς
ἐθεράπευεν
ἡμᾶς
κληρονομήσειν
προσδοκῶν͵
εἰς δὲ τὸ
χρυσίον
πάντες
ἔβλεπον.
ΔΙΟΓΕΝΗΣ
Εἰκότως· οὐ
γὰρ εἶχον ἔνθα
δέξαιντο τὰ
τοιαῦτα παρ΄
ἡμῶν διερρυηκότες
ὑπὸ τρυφῆς͵
καθάπερ τὰ
σαπρὰ τῶν βαλλαντίων·
ὥστε εἴ ποτε
καὶ ἐμβάλοι
τις ἐς αὐτοὺς ἢ
σοφίαν ἢ
παρρησίαν ἢ
ἀλήθειαν͵
ἐξέπιπτεν εὐθὺς
καὶ διέρρει͵
τοῦ πυθμένος
στέγειν οὐ
δυναμένου͵
οἷόν τι
πάσχουσιν αἱ
τοῦ Δαναοῦ
αὗται
παρθένοι εἰς
τὸν τετρυπημένον
πίθον
ἐπαντλοῦσαι·
τὸ δὲ χρυσίον
ὀδοῦσι καὶ
ὄνυξι καὶ πάσῃ
μηχανῇ
ἐφύλαττον.
ΚΡΑΤΗΣ
Οὐκοῦν
ἡμεῖς μὲν
ἕξομεν
κἀνταῦθα τὸν
πλοῦτον͵ οἱ δὲ
ὀβολὸν ἥξουσι
κομίζοντες
καὶ τοῦτον
ἄχρι τοῦ
πορθμέως.
22(27)
ΔΙΟΓΕΝΟΥΣ ΚΑΙ
ΑΝΤΙΣΘΕΝΟΥΣ
ΚΑΙ ΚΡΑΤΗΤΟΣ
[1] ΔΙΟΓΕΝΗΣ
Ἀντίσθενες
καὶ Κράτης͵
σχολὴν
ἄγομεν· ὥστε
τί οὐκ ἄπιμεν
εὐθὺ τῆς
καθόδου
περιπατήσοντες͵
ὀψόμενοι τοὺς
κατιόντας
οἷοί τινές
εἰσι καὶ τί ἕκαστος
αὐτῶν ποιεῖ;
ΑΝΤΙΣΘΕΝΗΣ
Ἀπίωμεν͵
ὦ Διόγενες·
καὶ γὰρ ἂν ἡδὺ
τὸ θέαμα γένοιτο͵
τοὺς μὲν
δακρύοντας
αὐτῶν ὁρᾶν͵
τοὺς δὲ ἱκετεύοντας
ἀφεθῆναι.
ἐνίους δὲ
μόλις κατιόντας
καὶ ἐπὶ
τράχηλον
ὠθοῦντος τοῦ
Ἑρμοῦ ὅμως ἀντιβαίνοντας
καὶ ὑπτίους
ἀντερείδοντας
οὐδὲν δέον.
ΚΡΑΤΗΣ
Ἔγωγ΄
οὖν καὶ
διηγήσομαι
ὑμῖν ἃ εἶδον
ὁπότε κατῄειν
κατὰ τὴν ὁδόν.
ΔΙΟΓΕΝΗΣ
Διήγησαι͵
ὦ Κράτης·
ἔοικας γάρ
τινα
ἑωρακέναι παγγέλοια.
ΚΡΑΤΗΣ
[2] Καὶ
ἄλλοι μὲν
πολλοὶ
συγκατέβαινον
ἡμῖν͵ ἐν αὐτοῖς
δὲ ἐπίσημοι
Ἰσμηνόδωρός
τε ὁ πλούσιος ὁ
ἡμέτερος καὶ
Ἀρσάκης ὁ
Μηδίας
ὕπαρχος καὶ
Ὀροίτης ὁ
Ἀρμένιος. ὁ μὲν
οὖν
Ἰσμηνόδωρος
ἐπεφόνευτο
γὰρ ὑπὸ τῶν
λῃστῶν ὑπὸ τὸν
Κιθαιρῶνα
Ἐλευσῖνάδε
οἶμαι βαδίζωνἔστενε
καὶ τὸ τραῦμα
ἐν ταῖν χεροῖν
εἶχε καὶ τὰ
παιδία͵ ἃ
νεογνὰ
καταλελοίπει͵
ἀνεκαλεῖτο
καὶ ἑαυτῷ
ἐπεμέμφετο τῆς
τόλμης͵ ὃς
Κιθαιρῶνα
ὑπερβάλλων
καὶ τὰ περὶ τὰς
Ἐλευθερὰς
χωρία
πανέρημα ὄντα
ὑπὸ τῶν πολέμων
διοδεύων δύο
μόνους
οἰκέτας
ἐπηγάγετο͵ καὶ
ταῦτα φιάλας
πέντε χρυσᾶς
καὶ κυμβία
τέτταρα μεθ΄
ἑαυτοῦ
κομίζων. [3] ὁ δὲ
Ἀρσάκηςγηραιὸς
ἤδη καὶ νὴ Δί΄
οὐκ ἄσεμνος
τὴν ὄψινεἰς τὸ
βαρβαρικὸν
ἤχθετο καὶ
ἠγανάκτει
πεζὸς βαδίζων
καὶ ἠξίου τὸν
ἵππον αὐτῷ
προσαχθῆναι·
καὶ γὰρ καὶ ὁ
ἵππος αὐτῷ
συνετεθνήκει͵
μιᾷ πληγῇ
ἀμφότεροι
διαπαρέντες
ὑπὸ Θρᾳκός τινος
πελταστοῦ ἐν
τῇ ἐπὶ τῷ
Ἀράξῃ πρὸς τὸν
Καππαδόκην
συμπλοκῇ. ὁ μὲν
γὰρ Ἀρσάκης
ἐπήλαυνεν͵ ὡς
διηγεῖτο͵
πολὺ τῶν ἄλλων
προεξορμήσας͵
ὑποστὰς δὲ ὁ
Θρᾷξ τῇ πέλτῃ
μὲν ὑποδὺς
ἀποσείεται
τοῦ Ἀρσάκου
τὸν κοντόν͵
ὑποθεὶς δὲ τὴν
σάρισαν αὐτόν
τε διαπείρει
καὶ τὸν ἵππον.
ΑΝΤΙΣΘΕΝΗΣ
[4] Πῶς
οἷόν τε͵ ὦ
Κράτης͵ μιᾷ
πληγῇ τοῦτο
γενέσθαι;
ΚΡΑΤΗΣ
Ρᾷστ',
ὦ Ἀντισθένες·
ὁ μὲν γὰρ
ἐπήλαυνεν
εἰκοσάπηχύν
τινα κοντὸν
προβεβλημένος͵
ὁ Θρᾷξ δ΄ ἐπειδὴ
τῇ πέλτῃ
παρεκρούσατο
τὴν προσβολὴν
καὶ παρῆλθεν
αὐτὸν ἡ ἀκωκή͵
ἐς τὸ γόνυ
ὀκλάσας
δέχεται τῇ
σαρίσῃ τὴν
ἐπέλασιν καὶ
τιτρώσκει τὸν
ἵππον ὑπὸ τὸ στέρνον
ὑπὸ θυμοῦ καὶ
σφοδρότητος
ἑαυτὸν διαπείραντα·
διελαύνεται
δὲ καὶ ὁ
Ἀρσάκης ἐκ τοῦ
βουβῶνος
διαμπὰξ ἄχρι
ὑπὸ τὴν πυγήν.
ὁρᾷς οἷόν τι
ἐγένετο͵ οὐ
τοῦ ἀνδρός͵
ἀλλὰ τοῦ ἵππου
μᾶλλον τὸ ἔργον.
ἠγανάκτει δ΄
ὅμως ὁμότιμος
ὢν τοῖς ἄλλοις
καὶ ἠξίου
ἱππεὺς κατιέναι.
[5] ὁ δέ γε
Ὀροίτης καὶ
πάνυ ἁπαλὸς ἦν
τὼ πόδε καὶ
οὐδ΄ ἑστάναι
χαμαί͵ οὐχ
ὅπως βαδίζειν
ἐδύνατο·
πάσχουσι δ΄
αὐτὸ ἀτεχνῶς
Μῆδοι πάντες͵
ἢν ἀποβῶσι τῶν
ἵππων· ὥσπερ
οἱ ἐπὶ τῶν
ἀκανθῶν ἀκροποδητὶ
μόλις
βαδίζουσιν.
ὥστε ἐπεὶ
καταβαλὼν
ἑαυτὸν ἔκειτο
καὶ οὐδεμιᾷ
μηχανῇ
ἀνίστασθαι
ἤθελεν͵ ὁ
βέλτιστος
Ἑρμῆς
ἀράμενος
αὐτὸν
ἐκόμισεν ἄχρι
πρὸς τὸ πορθμεῖον͵
ἐγὼ δὲ ἐγέλων.
ΑΝΤΙΣΘΕΝΗΣ
[6]
Κἀγὼ δὲ ὁπότε
κατῄειν͵ οὐδ΄
ἀνέμιξα
ἐμαυτὸν τοῖς
ἄλλοις͵ ἀλλ΄
ἀφεὶς
οἰμώζοντας
αὐτοὺς προδραμὼν
ἐπὶ τὸ
πορθμεῖον
προκατέλαβον
χώραν͵ ὡς ἂν
ἐπιτηδείως
πλεύσαιμι·
καὶ παρὰ τὸν
πλοῦν οἱ μὲν
ἐδάκρυόν τε
καὶ ἐναυτίων͵
ἐγὼ δὲ μάλα
ἐτερπόμην ἐπ΄
αὐτοῖς.
ΔΙΟΓΕΝΗΣ
[7] Σὺ
μέν͵ ὦ Κράτης
καὶ
Ἀντίσθενες͵
τοιούτων ἐτύχετε
τῶν
ξυνοδοιπόρων͵
ἐμοὶ δὲ
Βλεψίας τε ὁ
δανειστικὸς ὁ
ἐκ Πειραιῶς καὶ
Λάμπις ὁ
Ἀκαρνὰν
ξεναγὸς ὢν καὶ
Δᾶμις ὁ πλούσιος
ὁ ἐκ Κορίνθου
συγκατῄεσαν͵
ὁ μὲν Δᾶμις
ὑπὸ τοῦ παιδὸς
ἐκ φαρμάκων
ἀποθανών͵ ὁ δὲ
Λάμπις δι΄ ἔρωτα
Μυρτίου τῆς
ἑταίρας
ἀποσφάξας
ἑαυτόν͵ ὁ δὲ
Βλεψίας λιμῷ
ἄθλιος
ἐλέγετο
ἀπεσκληκέναι
καὶ ἐδήλου δὲ
ὠχρὸς εἰς
ὑπερβολὴν καὶ
λεπτὸς εἰς τὸ
ἀκριβέστατον
φαινόμενος.
ἐγὼ δὲ καίπερ
εἰδὼς
ἀνέκρινον͵ ὃν
τρόπον
ἀποθάνοιεν.
εἶτα τῷ μὲν
Δάμιδι
αἰτιωμένῳ τὸν υἱόν͵
Οὐκ ἄδικα
μέντοι
ἔπαθες͵ ἔφην͵
ὑπ΄ αὐτοῦ͵ εἰ
τάλαντα ἔχων
ὁμοῦ χίλια καὶ
τρυφῶν αὐτὸς
ἐνενηκοντούτης
ὢν ὀκτωκαιδεκαέτει
νεανίσκῳ
τέτταρας
ὀβολοὺς
παρεῖχες. σὺ
δέ͵ ὦ Ἀκαρνάν͵
ἔστενε γὰρ
κἀκεῖνος καὶ
κατηρᾶτο τῇ
Μυρτίῳτί
αἰτιᾷ τὸν
Ἔρωτα͵
σεαυτὸν δέον͵
ὃς τοὺς μὲν
πολεμίους
οὐδεπώποτε
ἔτρεσας͵ ἀλλὰ
φιλοκινδύνως
ἠγωνίζου πρὸ
τῶν ἄλλων͵ ἀπὸ
δὲ τοῦ
τυχόντος
παιδισκαρίου
καὶ δακρύων
ἐπιπλάστων
καὶ στεναγμῶν
ἑάλως ὁ γενναῖος;
ὁ μὲν γὰρ
Βλεψίας αὐτὸς
ἑαυτοῦ κατηγόρει
φθάσας πολλὴν
τὴν ἄνοιαν͵ ὡς
τὰ χρήματα ἐφύλαττεν
τοῖς οὐδὲν
προσήκουσιν
κληρονόμοις͵
εἰς ἀεὶ
βιώσεσθαι ὁ
μάταιος
νομίζων. πλὴν
ἔμοιγε οὐ τὴν
τυχοῦσαν
τερπωλὴν
παρέσχον τότε
στένοντες. [8]
ἀλλ΄ ἤδη μὲν
ἐπὶ τῷ στομίῳ
ἐσμέν͵
ἀποβλέπειν δὲ
χρὴ καὶ
ἀποσκοπεῖν πόρρωθεν
τοὺς
ἀφικνουμένους.
βαβαί͵ πολλοί
γε καὶ
ποικίλοι καὶ
πάντες
δακρύοντες
πλὴν τῶν νεογνῶν
τούτων καὶ
νηπίων. ἀλλὰ
καὶ οἱ πάνυ
γέροντες ὀδύρονται.
τί τοῦτο; ἆρα
τὸ φίλτρον
αὐτοὺς ἔχει
τοῦ βίου; [9] τοῦτον
οὖν τὸν
ὑπέργηρων
ἐρέσθαι
βούλομαι. τί
δακρύεις
τηλικοῦτος
ἀποθανών; τί
ἀγανακτεῖς͵ ὦ
βέλτιστε͵ καὶ
ταῦτα γέρων
ἀφιγμένος; ἦ
που βασιλεύς
τις ἦσθα;
ΠΤΩΧΟΣ
Οὐδαμῶς.
ΔΙΟΓΕΝΗΣ
Ἀλλὰ
σατράπης τις;
ΠΤΩΧΟΣ
Οὐδὲ
τοῦτο.
ΔΙΟΓΕΝΗΣ
Ἆρα
οὖν
ἐπλούτεις͵
εἶτα ἀνιᾷ σε τὸ
πολλὴν τρυφὴν
ἀπολιπόντα
τεθνάναι;
ΠΤΩΧΟΣ
Οὐδὲν
τοιοῦτο͵ ἀλλ΄
ἔτη μὲν
ἐγεγόνειν
ἀμφὶ τὰ ἐνενήκοντα͵
βίον δὲ ἄπορον
ἀπὸ καλάμου
καὶ ὁρμιᾶς
εἶχον εἰς
ὑπερβολὴν
πτωχὸς ὢν
ἄτεκνός τε καὶ προσέτι
χωλὸς καὶ
ἀμυδρὸν
βλέπων.
ΔΙΟΓΕΝΗΣ
Εἶτα
τοιοῦτος ὢν
ζῆν ἤθελες;
ΠΤΩΧΟΣ
Ναί·
ἡδὺ γὰρ ἦν τὸ
φῶς καὶ τὸ
τεθνάναι
δεινὸν καὶ
φευκτέον.
ΔΙΟΓΕΝΗΣ
Παραπαίεις͵
ὦ γέρον͵ καὶ
μειρακιεύῃ
πρὸς τὸ χρεών͵
καὶ ταῦτα
ἡλικιώτης ὢν
τοῦ πορθμέως.
τί οὖν ἄν τις
ἔτι λέγοι περὶ
τῶν νέων͵
ὁπότε οἱ
τηλικοῦτοι
φιλόζωοί εἰσιν͵
οὓς ἐχρῆν
διώκειν τὸν
θάνατον ὡς τῶν
ἐν τῷ γήρᾳ
κακῶν
φάρμακον. ἀλλ΄
ἀπίωμεν ἤδη͵
μὴ καί τις ἡμᾶς
ὑπίδηται ὡς
ἀπόδρασιν
βουλεύοντας͵
ὁρῶν περὶ τὸ
στόμιον
εἰλουμένους.
23(29)
ΑΙΑΝΤΟΣ ΚΑΙ
ΑΓΑΜΕΜΝΟΝΟΣ
[1] ΑΓΑΜΕΜΝΩΝ
Εἰ σὺ
μανείς͵ ὦ
Αἶαν͵ σεαυτὸν
ἐφόνευσας͵
ἐμέλλησας δὲ
καὶ ἡμᾶς
ἅπαντας͵ τί
αἰτιᾷ τὸν
Ὀδυσσέα καὶ
πρῴην οὔτε
προσέβλεψας
αὐτόν͵ ὁπότε
ἧκεν μαντευσόμενος͵
οὔτε
προσειπεῖν
ἠξίωσας ἄνδρα
συστρατιώτην
καὶ ἑταῖρον͵
ἀλλ΄
ὑπεροπτικῶς
μεγάλα βαίνων
παρῆλθες;
ΑΙΑΣ
Εἰκότως͵
ὦ Ἀγάμεμνον·
αὐτὸς γοῦν μοι
τῆς μανίας
αἴτιος
κατέστη μόνος
ἀντεξετασθεὶς
ἐπὶ τοῖς ὅπλοις.
ΑΓΑΜΕΜΝΩΝ
Ἠξίους
δὲ
ἀνανταγώνιστος
εἶναι καὶ
ἀκονιτὶ κρατεῖν
ἁπάντων;
ΑΙΑΣ
Ναί͵
τά γε τοιαῦτα·
οἰκεία γάρ μοι
ἦν ἡ πανοπλία τοῦ
ἀνεψιοῦ γε
οὖσα. καὶ ὑμεῖς
οἱ ἄλλοι πολὺ
ἀμείνους
ὄντες ἀπείπασθε
τὸν ἀγῶνα καὶ
παρεχωρήσατέ
μοι τῶν ἄθλων͵
ὁ δὲ Λαέρτου͵
ὃν ἐγὼ
πολλάκις
ἔσωσα κινδυνεύοντα
κατακεκόφθαι
ὑπὸ τῶν
Φρυγῶν͵
ἀμείνων ἠξίου
εἶναι καὶ
ἐπιτηδειότερος
ἔχειν τὰ ὅπλα.
ΑΓΑΜΕΜΝΩΝ
[2]
Αἰτιῶ τοιγαροῦν͵
ὦ γενναῖε͵ τὴν
Θέτιν͵ ἣ δέον
σοὶ τὴν κληρονομίαν
τῶν ὅπλων
παραδοῦναι
συγγενεῖ γε
ὄντι͵ φέρουσα
ἐς τὸ κοινὸν
κατέθετο αὐτά.
ΑΙΑΣ
Οὔκ͵
ἀλλὰ τὸν
Ὀδυσσέα͵ ὃς
ἀντεποιήθη
μόνος.
ΑΓΑΜΕΜΝΩΝ
Συγγνώμη͵
ὦ Αἶαν͵ εἰ
ἄνθρωπος ὢν
ὠρέχθη δόξης ἡδίστου
πράγματος͵
ὑπὲρ οὗ καὶ
ἡμῶν ἕκαστος
κινδυνεύειν
ὑπέμενεν͵
ἐπεὶ καὶ
ἐκράτησέ σου
καὶ ταῦτα ἐπὶ
Τρωσὶ δικασταῖς.
ΑΙΑΣ
Οἶδα
ἐγώ͵ ἥτις μου
κατεδίκασεν·
ἀλλ΄ οὐ θέμις λέγειν
τι περὶ τῶν
θεῶν. τὸν δ΄ οὖν
Ὀδυσσέα μὴ οὐχὶ
μισεῖν οὐκ ἂν
δυναίμην͵ ὦ
Ἀγάμεμνον͵
οὐδ΄ εἰ αὐτή
μοι ἡ Ἀθηνᾶ
τοῦτο
ἐπιτάττοι.
24(30)
ΜΙΝΩΟΣ ΚΑΙ
ΣΩΣΤΡΑΤΟΥ
[1] ΜΙΝΩΣ
Ὁ μὲν
λῃστὴς οὑτοσὶ
Σώστρατος εἰς
τὸν Πυριφλεγέθοντα
ἐμβεβλήσθω͵ ὁ
δὲ ἱερόσυλος
ὑπὸ τῆς Χιμαίρας
διασπασθήτω͵
ὁ δὲ τύραννος͵
ὦ Ἑρμῆ͵ παρὰ τὸν
Τιτυὸν
ἀποταθεὶς ὑπὸ
τῶν γυπῶν καὶ
αὐτὸς
κειρέσθω τὸ
ἧπαρ͵ ὑμεῖς δὲ
οἱ ἀγαθοὶ
ἄπιτε κατὰ
τάχος εἰς τὸ
Ἠλύσιον
πεδίον καὶ τὰς
μακάρων νήσους
κατοικεῖτε͵
ἀνθ΄ ὧν δίκαια
ἐποιεῖτε παρὰ
τὸν βίον.
ΣΩΣΤΡΑΤΟΣ
Ἄκουσον͵
ὦ Μίνως͵ εἴ σοι
δίκαια δόξω
λέγειν.
ΜΙΝΩΣ
Νῦν
ἀκούσω αὖθις;
οὐ γὰρ
ἐξελήλεγξαι͵ ὦ
Σώστρατε͵
πονηρὸς ὢν καὶ
τοσούτους
ἀπεκτονώς;
ΣΩΣΤΡΑΤΟΣ
Ἐλήλεγμαι
μέν͵ ἀλλ΄ ὅρα͵
εἰ δικαίως
κολασθήσομαι.
ΜΙΝΩΣ
Καὶ
πάνυ͵ εἴ γε
ἀποτίνειν τὴν
ἀξίαν δίκαιον.
ΣΩΣΤΡΑΤΟΣ
Ὅμως
ἀπόκριναί
μοι͵ ὦ Μίνως·
βραχὺ γάρ τι
ἐρήσομαί σε.
ΜΙΝΩΣ
Λέγε͵
μὴ μακρὰ μόνον͵
ὡς καὶ τοὺς
ἄλλους
διακρίνωμεν
ἤδη.
ΣΩΣΤΡΑΤΟΣ
[2]
Ὁπόσα
ἔπραττον ἐν τῷ
βίῳ͵ πότερα
ἑκὼν ἔπραττον
ἢ ἐπεκέκλωστό
μοι ὑπὸ τῆς
Μοίρας;
ΜΙΝΩΣ
Ὑπὸ
τῆς Μοίρας
δηλαδή.
ΣΩΣΤΡΑΤΟΣ
Οὐκοῦν
καὶ οἱ χρηστοὶ
ἅπαντες καὶ οἱ
πονηροὶ δοκοῦντες
ἡμεῖς ἐκείνῃ
ὑπηρετοῦντες
ταῦτα
ἐδρῶμεν;
ΜΙΝΩΣ
Ναί͵
τῇ Κλωθοῖ͵ ἣ
ἑκάστῳ
ἐπέταξε
γεννηθέντι τὰ πρακτέα.
ΣΩΣΤΡΑΤΟΣ
Εἰ
τοίνυν
ἀναγκασθείς
τις ὑπ΄ ἄλλου
φονεύσειέν
τινα οὐ
δυνάμενος
ἀντιλέγειν
ἐκείνῳ
βιαζομένῳ͵
οἷον δήμιος ἢ
δορυφόρος͵ ὁ
μὲν δικαστῇ
πεισθείς͵ ὁ δὲ
τυράννῳ͵ τίνα
αἰτιάσῃ τοῦ
φόνου;
ΜΙΝΩΣ
Δῆλον
ὡς τὸν
δικαστὴν ἢ τὸν
τύραννον͵
ἐπεὶ οὐδὲ τὸ
ξίφος αὐτό·
ὑπηρετεῖ γὰρ
ὄργανον ὂν
τοῦτο πρὸς τὸν
θυμὸν τῷ πρώτῳ
παρασχόντι
τὴν αἰτίαν.
ΣΩΣΤΡΑΤΟΣ
Εὖ
γε͵ ὦ Μίνως͵
ὅτι καὶ
ἐπιδαψιλεύῃ
τῷ παραδείγματι.
ἢν δέ τις
ἀποστείλαντος
τοῦ δεσπότου
ἥκῃ αὐτὸς
χρυσὸν ἢ
ἄργυρον κομίζων͵
τίνι τὴν χάριν
ἰστέον ἢ τίνα
εὐεργέτην
ἀναγραπτέον;
ΜΙΝΩΣ
Τὸν
πέμψαντα͵ ὦ
Σώστρατε·
διάκονος γὰρ ὁ
κομίσας ἦν.
ΣΩΣΤΡΑΤΟΣ
[3]
Οὐκοῦν ὁρᾷς
πῶς ἄδικα
ποιεῖς
κολάζων ἡμᾶς
ὑπηρέτας
γενομένους ὧν
ἡ Κλωθὼ προσέταττεν͵
καὶ τούτους
τιμήσας τοὺς
διακονησαμένους
ἀλλοτρίοις
ἀγαθοῖς; οὐ
γὰρ δὴ ἐκεῖνό
γε εἰπεῖν ἔχοι
τις ὡς
ἀντιλέγειν
δυνατὸν ἦν
τοῖς μετὰ
πάσης ἀνάγκης
προστεταγμένοις.
ΜΙΝΩΣ
Ὦ
Σώστρατε͵
πολλὰ ἴδοις ἂν
καὶ ἄλλα οὐ
κατὰ λόγον
γιγνόμενα͵ εἰ
ἀκριβῶς ἐξετάζοις.
πλὴν ἀλλὰ σὺ
τοῦτο
ἀπολαύσεις
τῆς ἐπερωτήσεως͵
διότι οὐ
λῃστὴς μόνον͵
ἀλλὰ καὶ
σοφιστής τις
εἶναι δοκεῖς.
ἀπόλυσον
αὐτόν͵ ὦ Ἑρμῆ͵
καὶ μηκέτι
κολαζέσθω. ὅρα
δὲ μὴ καὶ τοὺς
ἄλλους νεκροὺς
τὰ ὅμοια
ἐρωτᾶν
διδάξῃς.
25(21)
ΑΛΕΞΑΝΔΡΟΥ,
ΑΝΝΙΒΟΥ, ΜΙΝΩΟΣ
ΚΑΙ ΣΚΙΠΙΩΝΟΣ
[1] ΑΛΕΞΑΝΔΡΟΣ
Ἐμὲ
δεῖ
προκεκρίσθαι
σου͵ ὦ Λίβυ·
ἀμείνων γάρ εἰμι.
ΑΝΝΙΒΑΣ
Οὐ
μὲν οὖν͵ ἀλλ΄
ἐμέ.
ΑΛΕΞΑΝΔΡΟΣ
Οὐκοῦν
ὁ Μίνως
δικασάτω.
ΜΙΝΩΣ
Τίνες
δὲ ἐστέ;
ΑΛΕΞΑΝΔΡΟΣ
Οὗτος
μὲν Ἀννίβας ὁ
Καρχηδόνιος͵
ἐγὼ δὲ Ἀλέξανδρος
ὁ Φιλίππου.
ΜΙΝΩΣ
Νὴ
Δία ἔνδοξοί γε
ἀμφότεροι.
ἀλλὰ περὶ
τίνος ὑμῖν ἡ
ἔρις;
ΑΛΕΞΑΝΔΡΟΣ
Περὶ
προεδρίας·
φησὶ γὰρ οὗτος
ἀμείνων
γεγενῆσθαι
στρατηγὸς
ἐμοῦ͵ ἐγὼ δέ͵
ὥσπερ ἅπαντες
ἴσασιν͵ οὐχὶ
τούτου μόνον͵
ἀλλὰ πάντων
σχεδὸν τῶν πρὸ
ἐμοῦ φημι
διενεγκεῖν τὰ
πολέμια.
ΜΙΝΩΣ
Οὐκοῦν
ἐν μέρει
ἑκάτερος
εἰπάτω͵ σὺ δὲ
πρῶτος ὁ Λίβυς
λέγε.
ΑΝΝΙΒΑΣ
[2] Ἓν
μὲν τοῦτο͵ ὦ
Μίνως͵
ὠνάμην͵ ὅτι
ἐνταῦθα καὶ τὴν
Ἑλλάδα φωνὴν
ἐξέμαθον·
ὥστε οὐδὲ
ταύτῃ πλέον
οὗτος
ἐνέγκαιτό μου.
φημὶ δὲ
τούτους
μάλιστα ἐπαίνου
ἀξίους εἶναι͵
ὅσοι τὸ μηδὲν ἐξ
ἀρχῆς ὄντες
ὅμως ἐπὶ μέγα
προεχώρησαν
δι΄ αὑτῶν
δύναμίν τε
περιβαλόμενοι
καὶ ἄξιοι
δόξαντες
ἀρχῆς. ἔγωγ΄
οὖν μετ΄
ὀλίγων
ἐξορμήσας εἰς
τὴν Ἰβηρίαν τὸ
πρῶτον
ὕπαρχος ὢν τῷ
ἀδελφῷ
μεγίστων
ἠξιώθην
ἄριστος
κριθείς͵ καὶ
τούς τε
Κελτίβηρας
εἷλον καὶ
Γαλατῶν ἐκράτησα
τῶν ἑσπερίων
καὶ τὰ μεγάλα
ὄρη ὑπερβὰς τὰ
περὶ τὸν
Ἠριδανὸν
ἅπαντα
κατέδραμον
καὶ ἀναστάτους
ἐποίησα
τοσαύτας
πόλεις καὶ τὴν
πεδινὴν
Ἰταλίαν
ἐχειρωσάμην
καὶ μέχρι τῶν
προαστείων
τῆς
προὐχούσης
πόλεως ἦλθον
καὶ τοσούτους
ἀπέκτεινα
μιᾶς ἡμέρας͵
ὥστε τοὺς
δακτυλίους
αὐτῶν
μεδίμνοις
ἀπομετρῆσαι καὶ
τοὺς ποταμοὺς
γεφυρῶσαι
νεκροῖς. καὶ
ταῦτα πάντα
ἔπραξα οὔτε
Ἄμμωνος υἱὸς
ὀνομαζόμενος
οὔτε θεὸς
εἶναι
προσποιούμενος
ἢ ἐνύπνια τῆς
μητρὸς
διεξιών͵ ἀλλ΄
ἄνθρωπος
εἶναι
ὁμολογῶν͵
στρατηγοῖς τε
τοῖς
συνετωτάτοις
ἀντεξεταζόμενος
καὶ
στρατιώταις
τοῖς μαχιμωτάτοις
συμπλεκόμενος͵
οὐ Μήδους καὶ
Ἀρμενίους
καταγωνιζόμενος
ὑποφεύγοντας
πρὶν διώκειν τινὰ
καὶ τῷ
τολμήσαντι
παραδιδόντας
εὐθὺς τὴν νίκην.
[3] Ἀλέξανδρος
δὲ πατρῴαν
ἀρχὴν
παραλαβὼν ηὔξησεν
καὶ παρὰ πολὺ
ἐξέτεινε
χρησάμενος τῇ
τῆς τύχης ὁρμῇ.
ἐπεὶ δ΄ οὖν ἐνίκησέ
τε καὶ τὸν
ὄλεθρον
ἐκεῖνον
Δαρεῖον ἐν Ἰσσῷ
τε καὶ
Ἀρβήλοις
ἐκράτησεν͵
ἀποστὰς τῶν
πατρῴων
προσκυνεῖσθαι
ἠξίου καὶ
δίαιταν τὴν
Μηδικὴν μετεδιῄτησεν
ἑαυτὸν καὶ
ἐμιαιφόνει ἐν
τοῖς συμποσίοις
τοὺς φίλους καὶ
συνελάμβανεν
ἐπὶ θανάτῳ.
ἐγὼ δὲ ἦρξα
ἐπ΄ ἴσης τῆς
πατρίδος͵ καὶ
ἐπειδὴ
μετεπέμπετο
τῶν πολεμίων
μεγάλῳ στόλῳ
ἐπιπλευσάντων
τῇ Λιβύῃ͵ ταχέως
ὑπήκουσα͵ καὶ
ἰδιώτην
ἐμαυτὸν
παρέσχον καὶ καταδικασθεὶς
ἤνεγκα
εὐγνωμόνως τὸ
πρᾶγμα. καὶ ταῦτα
ἔπραξα
βάρβαρος ὢν
καὶ
ἀπαίδευτος
παιδείας τῆς
Ἑλληνικῆς καὶ
οὔτε Ὅμηρον
ὥσπερ οὗτος
ῥαψῳδῶν οὔτε
ὑπ΄ Ἀριστοτέλει
τῷ σοφιστῇ
παιδευθείς͵
μόνῃ δὲ τῇ
φύσει ἀγαθῇ
χρησάμενος.
ταῦτά ἐστιν ἃ
ἐγὼ
Ἀλεξάνδρου
ἀμείνων φημὶ
εἶναι. εἰ δέ
ἐστι καλλίων
οὑτοσί͵ διότι
διαδήματι τὴν
κεφαλὴν
διεδέδετο͵
Μακεδόσι ἴσως
καὶ ταῦτα
σεμνά͵ οὐ μὴν
διὰ τοῦτο
ἀμείνων μὲν
δόξειεν ἂν
γενναίου καὶ
στρατηγικοῦ
ἀνδρὸς τῇ
γνώμῃ πλέον
ἤπερ τῇ τύχῃ
κεχρημένου.
ΜΙΝΩΣ
Ὁ μὲν
εἴρηκεν οὐκ
ἀγεννῆ τὸν
λόγον οὐδὲ ὡς
Λίβυν εἰκὸς ἦν
ὑπὲρ αὑτοῦ. σὺ
δέ͵ ὦ
Ἀλέξανδρε͵ τί
πρὸς ταῦτα
φῄς;
ΑΛΕΞΑΝΔΡΟΣ
[4]
Ἐχρῆν μέν͵ ὦ
Μίνως͵ μηδὲν
πρὸς ἄνδρα
οὕτω θρασὺν·
ἱκανὴ γὰρ ἡ
φήμη διδάξαι
σε͵ οἷος μὲν
ἐγὼ βασιλεύς͵
οἷος δὲ οὗτος
λῃστὴς
ἐγένετο. ὅμως
δὲ ὅρα εἰ κατ΄
ὀλίγον αὐτοῦ
διήνεγκα͵ ὃς
νέος ὢν ἔτι παρελθὼν
ἐπὶ τὰ
πράγματα καὶ
τὴν ἀρχὴν
τεταραγμένην
κατέσχον καὶ
τοὺς φονέας τοῦ
πατρὸς
μετῆλθον͵
κᾆτα φοβήσας
τὴν Ἑλλάδα τῇ Θηβαίων
ἀπωλείᾳ
στρατηγὸς ὑπ΄
αὐτῶν
χειροτονηθεὶς
οὐκ ἠξίωσα τὴν
Μακεδόνων
ἀρχὴν
περιέπων ἀγαπᾶν
ἄρχειν ὁπόσων
ὁ πατὴρ
κατέλιπεν͵
ἀλλὰ πᾶσαν
ἐπινοήσας τὴν
γῆν καὶ δεινὸν
ἡγησάμενος͵
εἰ μὴ ἁπάντων
κρατήσαιμι͵ ὀλίγους
ἄγων
εἰσέβαλον εἰς
τὴν Ἀσίαν͵ καὶ
ἐπί τε Γρανικῷ
ἐκράτησα
μεγάλῃ μάχῃ
καὶ τὴν Λυδίαν
λαβὼν καὶ
Ἰωνίαν καὶ
Φρυγίαν καὶ
ὅλως τὰ ἐν
ποσὶν ἀεὶ
χειρούμενος
ἦλθον ἐπὶ
Ἰσσόν͵ ἔνθα
Δαρεῖος ὑπέμεινεν
μυριάδας πολλὰς
στρατοῦ ἄγων. [5]
καὶ τὸ ἀπὸ
τούτου͵ ὦ
Μίνως͵ ὑμεῖς
ἴστε ὅσους
ὑμῖν νεκροὺς
ἐπὶ μιᾶς
ἡμέρας κατέπεμψα·
φησὶ γοῦν ὁ
πορθμεὺς μὴ
διαρκέσαι
αὐτοῖς τότε τὸ
σκάφος͵ ἀλλὰ
σχεδίας
διαπηξαμένους
τοὺς πολλοὺς
αὐτῶν
διαπλεῦσαι.
καὶ ταῦτα δὲ
ἔπραττον
αὐτὸς προκινδυνεύων
καὶ
τιτρώσκεσθαι
ἀξιῶν. καὶ ἵνα
σοὶ μὴ τὰ ἐν
Τύρῳ μηδὲ τὰ
ἐν Ἀρβήλοις
διηγήσωμαι͵
ἀλλὰ καὶ μέχρι
Ἰνδῶν ἦλθον
καὶ τὸν
Ὠκεανὸν ὅρον
ἐποιησάμην
τῆς ἀρχῆς καὶ
τοὺς
ἐλέφαντας
αὐτῶν εἶχον
καὶ Πῶρον
ἐχειρωσάμην͵
καὶ Σκύθας δὲ
οὐκ εὐκαταφρονήτους
ἄνδρας ὑπερβὰς
τὸν Τάναϊν
ἐνίκησα
μεγάλῃ
ἱππομαχίᾳ͵ καὶ
τοὺς φίλους εὖ
ἐποίησα καὶ
τοὺς ἐχθροὺς
ἠμυνάμην. εἰ δὲ
καὶ θεὸς
ἐδόκουν τοῖς
ἀνθρώποις͵
συγγνωστοὶ
ἐκεῖνοι πρὸς
τὸ μέγεθος τῶν
πραγμάτων καὶ
τοιοῦτόν τι
πιστεύσαντες
περὶ ἐμοῦ. [6] τὸ
δ΄ οὖν
τελευταῖον
ἐγὼ μὲν
βασιλεύων
ἀπέθανον͵
οὗτος δὲ ἐν
φυγῇ ὢν παρὰ Προυσίᾳ
τῷ Βιθυνῷ͵
καθάπερ ἄξιον
ἦν
πανουργότατον
καὶ ὠμότατον
ὄντα· ὡς γὰρ δὴ
ἐκράτησεν τῶν
Ἰταλῶν͵ ἐῶ
λέγειν ὅτι οὐκ
ἰσχύι͵ ἀλλὰ
πονηρίᾳ καὶ
ἀπιστίᾳ καὶ
δόλοις͵
νόμιμον δὲ ἢ
προφανὲς οὐδέν.
ἐπεὶ δέ μοι
ὠνείδισεν τὴν
τρυφήν͵
ἐκλελῆσθαί
μοι δοκεῖ οἷα
ἐποίει ἐν
Καπύῃ
ἑταίραις
συνὼν καὶ τοὺς
τοῦ πολέμου καιροὺς
ὁ θαυμάσιος
καθηδυπαθῶν.
ἐγὼ δὲ εἰ μὴ μικρὰ
τὰ ἑσπέρια
δόξας ἐπὶ τὴν
ἕω μᾶλλον
ὥρμησα͵ τί ἂν
μέγα ἔπραξα
Ἰταλίαν
ἀναιμωτὶ
λαβὼν καὶ Λιβύην
καὶ τὰ μέχρι Γαδείρων
ὑπαγόμενος;
ἀλλ΄ οὐκ
ἀξιόμαχα
ἔδοξέ μοι
ἐκεῖνα
ὑποπτήσσοντα
ἤδη καὶ
δεσπότην
ὁμολογοῦντα.
εἴρηκα· σὺ δέ͵
ὦ Μίνως͵
δίκαζε· ἱκανὰ
γὰρ ἀπὸ πολλῶν
καὶ ταῦτα.
ΣΚΙΠΙΩΝ
[7] Μὴ
πρότερον͵ ἢν
μὴ καὶ ἐμοῦ
ἀκούσῃς.
ΜΙΝΩΣ
Τίς
γὰρ εἶ͵ ὦ
βέλτιστε; ἢ
πόθεν ὢν ἐρεῖς;
ΣΚΙΠΙΩΝ
Ἰταλιώτης
Σκιπίων
στρατηγὸς ὁ
καθελὼν
Καρχηδόνα καὶ
κρατήσας
Λιβύων
μεγάλαις
μάχαις.
ΜΙΝΩΣ
Τί
οὖν καὶ σὺ
ἐρεῖς;
ΣΚΙΠΙΩΝ
Ἀλεξάνδρου
μὲν ἥττων
εἶναι͵ τοῦ δὲ
Ἀννίβου ἀμείνων͵
ὃς ἐδίωξα
νικήσας αὐτὸν
καὶ φυγεῖν
καταναγκάσας
ἀτίμως. πῶς οὖν
οὐκ
ἀναίσχυντος
οὗτος͵ ὃς πρὸς
Ἀλέξανδρον
ἁμιλλᾶται͵ ᾧ
οὐδὲ Σκιπίων
ἐγὼ ὁ
νενικηκὼς
ἐμαυτὸν παραβάλλεσθαι
ἀξιῶ;
ΜΙΝΩΣ
Νὴ
Δί΄ εὐγνώμονα
φῄς͵ ὦ
Σκιπίων· ὥστε
πρῶτος μὲν
κεκρίσθω
Ἀλέξανδρος͵
μετ΄ αὐτὸν δὲ
σύ͵ εἶτα͵ εἰ
δοκεῖ͵ τρίτος
Ἀννίβας οὐδὲ
οὗτος εὐκαταφρόνητος
ὤν.
26(15)
ΑΧΙΛΕΩΣ ΚΑΙ
ΑΝΤΙΛΟΧΟΥ
[1] ΑΝΤΙΛΟΧΟΣ
Οἷα
πρῴην͵
Ἀχιλλεῦ͵ πρὸς
τὸν Ὀδυσσέα
σοι εἴρηται
περὶ τοῦ
θανάτου͵ ὡς
ἀγεννῆ καὶ
ἀνάξια τοῖν διδασκάλοιν
ἀμφοῖν͵
Χείρωνός τε
καὶ Φοίνικος. ἠκροώμην
γάρ͵ ὁπότε
ἔφης
βούλεσθαι
ἐπάρουρος ὢν
θητεύειν παρά
τινι τῶν
ἀκλήρων͵ ᾧ μὴ
βίοτος πολὺς
εἴη͵ μᾶλλον ἢ
πάντων
ἀνάσσειν τῶν
νεκρῶν. ταῦτα
μὲν οὖν ἀγεννῆ
τινα Φρύγα
δειλὸν καὶ
πέρα τοῦ καλῶς
ἔχοντος
φιλόζῳον ἴσως
ἐχρῆν λέγειν͵
τὸν Πηλέως δὲ
υἱόν͵ τὸν
φιλοκινδυνότατον
ἡρώων
ἁπάντων͵ ταπεινὰ
οὕτω περὶ αὑτοῦ
διανοεῖσθαι
πολλὴ αἰσχύνη
καὶ
ἐναντιότης πρὸς
τὰ πεπραγμένα
σοι ἐν τῷ βίῳ͵
ὃς ἐξὸν ἀκλεῶς
ἐν τῇ Φθιώτιδι
πολυχρόνιον
βασιλεύειν͵
ἑκὼν προείλου
τὸν μετὰ τῆς
ἀγαθῆς δόξης
θάνατον.
ΑΧΙΛΛΕΥΣ
[2] Ὦ
παῖ Νέστορος͵
ἀλλὰ τότε μὲν
ἄπειρος ἔτι
τῶν ἐνταῦθα ὢν
καὶ τὸ βέλτιον
ἐκείνων
ὁπότερον ἦν
ἀγνοῶν τὸ δύστηνον
ἐκεῖνο
δοξάριον
προετίμων τοῦ
βίου͵ νῦν δὲ
συνίημι ἤδη ὡς
ἐκείνη μὲν
ἀνωφελής͵ εἰ
καὶ ὅτι
μάλιστα οἱ ἄνω
ῥαψῳδήσουσιν.
μετὰ νεκρῶν δὲ
ὁμοτιμία͵ καὶ
οὔτε τὸ κάλλος
ἐκεῖνο͵ ὦ
Ἀντίλοχε͵ οὔτε
ἡ ἰσχὺς
πάρεστιν͵
ἀλλὰ κείμεθα
ἅπαντες ὑπὸ τῷ
αὐτῷ ζόφῳ
ὅμοιοι καὶ
κατ΄ οὐδὲν
ἀλλήλων
διαφέροντες͵
καὶ οὔτε οἱ τῶν
Τρώων νεκροὶ
δεδίασίν με
οὔτε οἱ τῶν
Ἀχαιῶν
θεραπεύουσιν͵
ἰσηγορία δὲ
ἀκριβὴς καὶ
νεκρὸς
ὅμοιος͵ ἠμὲν
κακὸς ἠδὲ καὶ
ἐσθλός. ταῦτά
με ἀνιᾷ καὶ
ἄχθομαι͵ ὅτι
μὴ θητεύω ζῶν.
ΑΝΤΙΛΟΧΟΣ
[3]
Ὅμως τί οὖν ἄν
τις πάθοι͵ ὦ
Ἀχιλλεῦ;
ταῦτα γὰρ ἔδοξε
τῇ φύσει͵
πάντως
ἀποθνήσκειν
ἅπαντας͵ ὥστε
χρὴ ἐμμένειν
τῷ νόμῳ καὶ μὴ
ἀνιᾶσθαι τοῖς
διατεταγμένοις.
ἄλλως τε ὁρᾷς
τῶν ἑταίρων
ὅσοι περὶ σέ
ἐσμεν οἵδε·
μετὰ μικρὸν δὲ
καὶ Ὀδυσσεὺς
ἀφίξεται
πάντως. φέρει
δὲ παραμυθίαν
καὶ ἡ κοινωνία
τοῦ πράγματος
καὶ τὸ μὴ μόνον
αὐτὸν πεπονθέναι.
ὁρᾷς τὸν
Ἡρακλέα καὶ
τὸν Μελέαγρον
καὶ ἄλλους
θαυμαστοὺς
ἄνδρας͵ οἳ οὐκ
ἂν οἶμαι δέξαιντο
ἀνελθεῖν͵ εἴ
τις αὐτοὺς
ἀναπέμψειε
θητεύσοντας
ἀκλήροις καὶ ἀβίοις
ἀνδράσιν.
ΑΧΙΛΛΕΥΣ
[4]
Ἑταιρικὴ μὲν ἡ
παραίνεσις͵
ἐμὲ δὲ οὐκ
οἶδ΄ ὅπως ἡ
μνήμη τῶν παρὰ
τὸν βίον ἀνιᾷ͵
οἶμαι δὲ καὶ ὑμῶν
ἕκαστον· εἰ δὲ
μὴ
ὁμολογεῖτε͵
ταύτῃ χείρους ἐστὲ
καθ΄ ἡσυχίαν
αὐτὸ
πάσχοντες.
ΑΝΤΙΛΟΧΟΣ
Οὔκ͵
ἀλλ΄
ἀμείνους͵ ὦ
Ἀχιλλεῦ· τὸ γὰρ
ἀνωφελὲς τοῦ
λέγειν
ὁρῶμεν·
σιωπᾶν γὰρ καὶ
φέρειν καὶ
ἀνέχεσθαι
δέδοκται
ἡμῖν͵ μὴ καὶ
γέλωτα
ὄφλωμεν ὥσπερ
σὺ τοιαῦτα
εὐχόμενος.
27(19)
ΑΙΑΚΟΥ ΚΑΙ
ΠΡΩΤΕΣΙΛΑΟΥ
[1] ΑΙΑΚΟΣ
Τί
ἄγχεις͵ ὦ
Πρωτεσίλαε͵
τὴν Ἑλένην
προσπεσών;
ΠΡΩΤΕΣΙΛΑΟΣ
Ὅτι
διὰ ταύτην͵ ὦ
Αἰακέ͵
ἀπέθανον
ἡμιτελῆ μὲν
τὸν δόμον
καταλιπών͵
χήραν τε
νεόγαμον
γυναῖκα.
ΑΙΑΚΟΣ
Αἰτιῶ
τοίνυν τὸν
Μενέλαον͵
ὅστις ὑμᾶς
ὑπὲρ τοιαύτης
γυναικὸς ἐπὶ
Τροίαν ἤγαγεν.
ΠΡΩΤΕΣΙΛΑΟΣ
Εὖ
λέγεις·
ἐκεῖνόν μοι
αἰτιατέον.
ΜΕΝΕΛΑΟΣ
Οὐκ
ἐμέ͵ ὦ
βέλτιστε͵
ἀλλὰ δικαιότερον
τὸν Πάριν͵ ὃς
ἐμοῦ τοῦ ξένου
τὴν γυναῖκα παρὰ
πάντα τὰ
δίκαια ᾤχετο
ἁρπάσας·
οὗτος γὰρ οὐχ
ὑπὸ σοῦ μόνου͵
ἀλλ΄ ὑπὸ
πάντων
Ἑλλήνων τε καὶ
βαρβάρων
ἄξιος
ἄγχεσθαι
τοσούτοις
θανάτου αἴτιος
γεγενημένος.
ΠΡΩΤΕΣΙΛΑΟΣ
Ἄμεινον
οὕτω· σὲ
τοιγαροῦν͵ ὦ
Δύσπαρι͵ οὐκ
ἀφήσω ποτὲ ἀπὸ
τῶν χειρῶν.
ΠΑΡΙΣ
Ἄδικα
ποιῶν͵ ὦ
Πρωτεσίλαε͵
καὶ ταῦτα
ὁμότεχνον
ὄντα σοι·
ἐρωτικὸς γὰρ
καὶ αὐτός εἰμι
καὶ τῷ αὐτῷ
θεῷ
κατέσχημαι·
οἶσθα δὲ ὡς
ἀκούσιόν τί
ἐστιν καί τις
ἡμᾶς δαίμων
ἄγει ἔνθα ἂν
ἐθέλῃ͵ καὶ ἀδύνατόν
ἐστιν
ἀντιτάττεσθαι
αὐτῷ.
ΠΡΩΤΕΣΙΛΑΟΣ
[2] Εὖ
λέγεις. εἴθε
οὖν μοι τὸν
Ἔρωτα ἐνταῦθα
λαβεῖν
δυνατὸν ἦν.
ΑΙΑΚΟΣ
Ἐγώ
σοι καὶ περὶ
τοῦ Ἔρωτος
ἀποκρινοῦμαι
τὰ δίκαια·
φήσει γὰρ
αὐτὸς μὲν τοῦ
ἐρᾶν τῷ Πάριδι
ἴσως
γεγενῆσθαι
αἴτιος͵ τοῦ
θανάτου δέ σοι
οὐδένα ἄλλον͵
ὦ Πρωτεσίλαε͵
ἢ σεαυτόν͵ ὃς
ἐκλαθόμενος
τῆς νεογάμου
γυναικός͵
ἐπεὶ
προσεφέρεσθε
τῇ Τρῳάδι͵
οὕτως φιλοκινδύνως
καὶ
ἀπονενοημένως
προεπήδησας
τῶν ἄλλων δόξης
ἐρασθείς͵ δι΄
ἣν πρῶτος ἐν τῇ
ἀποβάσει ἀπέθανες.
ΠΡΩΤΕΣΙΛΑΟΣ
Οὐκοῦν
καὶ ὑπὲρ
ἐμαυτοῦ σοι͵ ὦ
Αἰακέ͵
ἀποκρινοῦμαι
δικαιότερα·
οὐ γὰρ ἐγὼ
τούτων
αἴτιος͵ ἀλλὰ ἡ
Μοῖρα καὶ τὸ ἐξ
ἀρχῆς οὕτως
ἐπικεκλῶσθαι.
ΑΙΑΚΟΣ Ὀρθῶς·
τί οὖν τούτους
αἰτιᾷ;
28(23)
ΠΡΩΤΕΣΙΛΑΟΥ,
ΠΛΟΥΤΩΝΟΣ ΚΑΙ
ΠΕΡΣΕΦΟΝΗΣ
[1] ΠΡΩΤΕΣΙΛΑΟΣ
Ὦ
δέσποτα καὶ
βασιλεῦ καὶ
ἡμέτερε Ζεῦ
καὶ σὺ Δήμητρος
θύγατερ͵ μὴ
ὑπερίδητε
δέησιν
ἐρωτικήν.
ΠΛΟΥΤΩΝ
Σὺ δὲ
τίνων δέῃ παρ΄
ἡμῶν; ἢ τίς ὢν
τυγχάνεις;
ΠΡΩΤΕΣΙΛΑΟΣ
Εἰμὶ
μὲν
Πρωτεσίλαος ὁ
Ἰφίκλου
Φυλάκιος
συστρατιώτης
τῶν Ἀχαιῶν καὶ
πρῶτος
ἀποθανὼν τῶν
ἐπ΄ Ἰλίῳ.
δέομαι δὲ
ἀφεθεὶς πρὸς
ὀλίγον
ἀναβιῶναι πάλιν.
ΠΛΟΥΤΩΝ
Τοῦτον
μὲν τὸν ἔρωτα͵
ὦ Πρωτεσίλαε͵
πάντες νεκροὶ
ἐρῶσιν͵ πλὴν
οὐδεὶς ἂν
αὐτῶν τύχοι.
ΠΡΩΤΕΣΙΛΑΟΣ
Ἀλλ΄
οὐ τοῦ ζῆν͵
Ἀϊδωνεῦ͵ ἐρῶ
ἔγωγε͵ τῆς
γυναικὸς δέ͵
ἣν νεόγαμον
ἔτι ἐν τῷ
θαλάμῳ
καταλιπὼν ᾠχόμην
ἀποπλέων͵
εἶτα ὁ
κακοδαίμων ἐν
τῇ ἀποβάσει
ἀπέθανον ὑπὸ τοῦ
Ἕκτορος. ὁ οὖν
ἔρως τῆς
γυναικὸς οὐ
μετρίως ἀποκναίει
με͵ ὦ δέσποτα͵
καὶ βούλομαι
κἂν πρὸς ὀλίγον
ὀφθεὶς αὐτῇ
καταβῆναι
πάλιν.
ΠΛΟΥΤΩΝ
[2] Οὐκ
ἔπιες͵ ὦ
Πρωτεσίλαε͵
τὸ Λήθης ὕδωρ;
ΠΡΩΤΕΣΙΛΑΟΣ
Καὶ
μάλα͵ ὦ
δέσποτα· τὸ δὲ
πρᾶγμα
ὑπέρογκον ἦν.
ΠΛΟΥΤΩΝ
Οὐκοῦν
περίμεινον·
ἀφίξεται γὰρ
κἀκείνη ποτὲ καὶ
οὐδὲ σὲ
ἀνελθεῖν
δεήσει.
ΠΡΩΤΕΣΙΛΑΟΣ
Ἀλλ΄
οὐ φέρω τὴν
διατριβήν͵ ὦ
Πλούτων·
ἠράσθης δὲ καὶ
αὐτὸς ἤδη καὶ
οἶσθα οἷον τὸ
ἐρᾶν ἐστιν.
ΠΛΟΥΤΩΝ
Εἶτα
τί σε ὀνήσει
μίαν ἡμέραν
ἀναβιῶναι
μετ΄ ὀλίγον τὰ
αὐτὰ ὀδυρόμενον;
ΠΡΩΤΕΣΙΛΑΟΣ
Οἶμαι
πείσειν
κἀκείνην
ἀκολουθεῖν
παρ΄ ὑμᾶς͵ ὥστε
ἀνθ΄ ἑνὸς δύο
νεκροὺς λήψῃ
μετ΄ ὀλίγον.
ΠΛΟΥΤΩΝ
Οὐ
θέμις
γενέσθαι
ταῦτα οὐδὲ
γέγονε πώποτε.
ΠΡΩΤΕΣΙΛΑΟΣ
[3]
Ἀναμνήσω σε͵ ὦ
Πλούτων·
Ὀρφεῖ γὰρ δι΄ [3]
Ἀναμνήσω σε͵ ὦ
Πλούτων·
Ὀρφεῖ γὰρ δι΄
αὐτὴν ταύτην
τὴν αἰτίαν τὴν
Εὐρυδίκην παρέδοτε
καὶ τὴν
ὁμογενῆ μου
Ἄλκηστιν
παρεπέμψατε Ἡρακλεῖ
χαριζόμενοι.
ΠΛΟΥΤΩΝ
Θελήσεις
δὲ οὕτως
κρανίον
γυμνὸν ὢν καὶ
ἄμορφον τῇ
καλῇ σου
ἐκείνῃ νύμφῃ
φανῆναι; πῶς
δὲ κἀκείνη
προσήσεταί σε
οὐδὲ
διαγνῶναι
δυναμένη;
φοβήσεται γὰρ
εὖ οἶδα καὶ
φεύξεταί σε
καὶ μάτην ἔσῃ
τοσαύτην ὁδὸν
ἀνεληλυθώς.
ΠΕΡΣΕΦΟΝΗ
Οὐκοῦν͵
ὦ ἄνερ͵ σὺ καὶ
τοῦτο ἴασαι
καὶ τὸν Ἑρμῆν
κέλευσον͵
ἐπειδὰν ἐν τῷ
φωτὶ ἤδη ὁ
Πρωτεσίλαος
ᾖ͵
καθικόμενον
ἐν τῇ ῥάβδῳ
νεανίαν εὐθὺς
καλὸν
ἀπεργάσασθαι
αὐτὸν͵ οἷος ἦν
ἐκ τοῦ παστοῦ.
ΠΛΟΥΤΩΝ
Ἐπεὶ
Φερσεφόνῃ
συνδοκεῖ͵
ἀναγαγὼν
τοῦτον αὖθις
ποίησον
νυμφίον· σὺ δὲ
μέμνησο μίαν
λαβὼν ἡμέραν.
29(24) ΔΙΟΓΕΝΟΥΣ
ΚΑΙ ΜΑΥΣΩΛΟΥ
ΔΙΟΓΕΝΗΣ
[1] Ὦ
Κάρ, ἐπὶ τίνι
μέγα φρονεῖς
καὶ πάντων
ἡμῶν προτιμᾶσθαι
ἀξιοῖς;
ΜΑΥΣΩΛΟΣ
Καὶ
ἐπὶ τῇ
βασιλείᾳ μέν, ὦ
Σινωπεῦ, ὃς
ἐβασίλευσα
Καρίας μὲν
ἁπάσης, ἦρξα δὲ
καὶ Λυδῶν
ἐνίων καὶ νήσους
δέ τινας
ὑπηγαγόμην
καὶ ἄχρι
Μιλήτου ἐπέβην
τὰ πολλὰ τῆς
Ἰωνίας
καταστρεφόμενος·
καὶ καλὸς ἦν
καὶ μέγας καὶ
ἐν πολέμοις καρτερός·
τὸ δὲ μέγιστον,
ὅτι ἐν
Ἁλικαρνασσῷ
μνῆμα
παμμέγεθες
ἔχω
ἐπικείμενον, ἡλίκον
οὐκ ἄλλος
νεκρός, ἀλλ'
οὐδὲ οὕτως ἐς
κάλλος
ἐξησκημένον,
ἵππων καὶ
ἀνδρῶν ἐς τὸ
ἀκριβέστατον
εἰκασμένων
λίθου τοῦ
καλλίστου,
οἷον οὐδὲ νεὼν
εὕροι τις ἂν
ῥᾳδίως. οὐ
δοκῶ σοι
δικαίως ἐπὶ
τούτοις μέγα
φρονεῖν;
ΔΙΟΓΕΝΗΣ
[2] Ἐπὶ
τῇ βασιλείᾳ
φῄς καὶ τῷ
κάλλει καὶ τῷ
βάρει τοῦ
τάφου;
ΜΑΥΣΩΛΟΣ
Νὴ
Δί' ἐπὶ
τούτοις.
ΔΙΟΓΕΝΗΣ
Ἀλλ',
ὦ καλὲ Μαύσωλε,
οὔτε ἡ ἰσχὺς
ἔτι σοι ἐκείνη
οὔτε ἡ μορφὴ πάρεστιν·
εἰ γοῦν τινα
ἑλοίμεθα
δικαστὴν
εὐμορφίας
πέρι, οὐκ ἔχω
εἰπεῖν, τίνος ἕνεκα
τὸ σὸν κρανίον
προτιμηθείη
ἂν τοῦ ἐμοῦ· φαλακρὰ
γὰρ ἄμφω καὶ
γυμνά, καὶ τοὺς
ὀδόντας
ὁμοίως
προφαίνομεν
καὶ τοὺς
ὀφθαλμοὺς
ἀφῃρήμεθα καὶ
τὰς ῥῖνας
ἀποσεσιμώμεθα.
ὁ δὲ τάφος καὶ
οἱ πολυτελεῖς
ἐκεῖνοι λίθοι
Ἁλικαρνασσεῦσι
μὲν ἴσως εἶεν
ἐπιδείκνυσθαι
καὶ
φιλοτιμεῖσθαι
πρὸς τοὺς
ξένους, ὡς δή τι
μέγα οἰκοδόμημα
αὐτοῖς ἐστιν·
σὺ δέ, ὦ
βέλτιστε, οὐχ ὁρῶ
ὅ τι ἀπολαύεις
αὐτοῦ, πλὴν εἰ
μὴ τοῦτο φῄς,
ὅτι μᾶλλον
ἡμῶν
ἀχθοφορεῖς
ὑπὸ τηλικούτοις
λίθοις
πιεζόμενος.
ΜΑΥΣΩΛΟΣ
[3]
Ἀνόνητα οὖν
μοι ἐκεῖνα
πάντα καὶ ἰσότιμος
ἔσται
Μαύσωλος καὶ Διογένης;
ΔΙΟΓΕΝΗΣ
Οὐκ
ἰσότιμος, ὦ
γενναιότατε,
οὐ γὰρ·
Μαύσωλος μὲν
γὰρ οἰμώξεται μεμνημένος
τῶν ὑπὲρ γῆς,
ἐν οἷς
εὐδαιμονεῖν
ᾤετο, Διογένης
δὲ
καταγελάσεται
αὐτοῦ. καὶ
τάφον ὁ μὲν ἐν
Ἁλικαρνασσῷ
ἐρεῖ ἑαυτοῦ
ὑπὸ
Ἀρτεμισίας
τῆς γυναικὸς καὶ
ἀδελφῆς
κατεσκευασμένον,
ὁ Διογένης δὲ
τοῦ μὲν
σώματος εἰ καί
τινα τάφον
ἔχει οὐκ
οἶδεν· οὐδὲ γὰρ
ἔμελεν αὐτῷ
τούτου· λόγον
δὲ τοῖς
ἀρίστοις περὶ
τούτου καταλέλοιπεν
ἀνδρὸς βίον
βεβιωκὼς
ὑψηλότερον, ὦ
Καρῶν
ἀνδραποδωδέστατε,
τοῦ σοῦ μνήματος
καὶ ἐν
βεβαιοτέρῳ
χωρίῳ
κατεσκευασμένον.
30(25)
ΝΙΡΕΩΣ ΚΑΙ
ΘΕΡΣΙΤΟΥ ΚΑΙ
ΜΕΝΙΠΠΟΥ
[1] ΝΙΡΕΥΣ
Ἰδοὺ
δή͵ Μένιππος
οὑτοσὶ
δικάσει͵
πότερος εὐμορφότερός
ἐστιν. εἰπέ͵ ὦ
Μένιππε͵ οὐ
καλλίων σοι
δοκῶ;
ΜΕΝΙΠΠΟΣ
Τίνες
δὲ καὶ ἔστε;
πρότερον͵
οἶμαι͵ χρὴ γὰρ
τοῦτο εἰδέναι.
ΝΙΡΕΥΣ
Νιρεὺς
καὶ Θερσίτης.
ΜΕΝΙΠΠΟΣ
Πότερος
οὖν ὁ Νιρεὺς
καὶ πότερος ὁ
Θερσίτης; οὐδέπω
γὰρ τοῦτο
δῆλον. ΘΕΡΣΙΤΗΣ
Ἓν
μὲν ἤδη τοῦτο
ἔχω͵ ὅτι
ὅμοιός εἰμί
σοι καὶ οὐδὲν
τηλικοῦτον
διαφέρεις
ἡλίκον σε
Ὅμηρος ἐκεῖνος
ὁ τυφλὸς
ἐπῄνεσεν
ἁπάντων εὐμορφότερον
προσειπών͵
ἀλλ΄ ὁ φοξὸς
ἐγὼ καὶ ψεδνὸς οὐδὲν
χείρων ἐφάνην
τῷ δικαστῇ. ὅρα
δὲ σύ͵ ὦ Μένιππε͵
ὅντινα καὶ
εὐμορφότερον
ἡγῇ.
ΝΙΡΕΥΣ
Ἐμέ
γε τὸν Ἀγλαΐας
καὶ Χάροπος͵
ὃς κάλλιστος
ἀνὴρ ὑπὸ Ἴλιον
ἦλθον. ΜΕΝΙΠΠΟΣ
[2] Ἀλλ'
οὐχὶ καὶ ὑπὸ
γῆν͵ ὡς οἶμια,
κάλλιστος
ἦλθες͵ ἀλλὰ τὰ
μὲν ὀστᾶ ὅμοια,
τὸ δὲ κρανίον
ταύτῃ μόνον
ἄρα
διακρίνοιτο
ἀπὸ τοῦ
Θερσίτου
κρανίου, ὅτι
εὔθρυπτον τὸ
σόν·
ἀλαπαδνὸν γὰρ
αὐτὸ καὶ οὐκ
ἀνδρῶδες
ἔχεις.
ΝΙΡΕΥΣ
Καὶ
μὴν ἐροῦ
Ὅμηρον͵
ὁποῖος ἦν͵
ὁπότε
συνεστράτευον
τοῖς Ἀχαιοῖς.
ΜΕΝΙΠΠΟΣ
Ὀνείρατά
μοι λέγεις·
ἐγὼ δὲ ἃ βλέπω
καὶ νῦν ἔχεις͵
ἐκεῖνα δέ οἱ
τότε ἴσασιν.
ΝΙΡΕΥΣ
Οὔκουν
ἐγὼ ἐνταῦθα
εὐμορφότερός
εἰμι͵ ὦ Μένιππε;
ΜΕΝΙΠΠΟΣ
Οὔτε
σὺ οὔτε ἄλλος
εὔμορφος·
ἰσοτιμία γὰρ
ἐν ᾅδου καὶ
ὅμοιοι
ἅπαντες.
ΘΕΡΣΙΤΗΣ
Ἐμοὶ
μὲν καὶ τοῦτο
ἱκανόν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου